← 20 | LXX Torah | 22 →

Genesis 21

1

καὶ κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπεν· καὶ ἐποίησεν κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησεν. BSB · 1

2

καὶ συλλαβοῦσα ἔτεκεν Σάρρα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος. BSB · 2

3

καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, D ὃν ἔτεκεν αὐτῷ Σάρρα, Ἰσαάκ· BSB · 3

4

περιέτεμεν δὲ Ἀβραὰμ τὸν Ἰσαὰκ τῆ ὀγδόῃ ἡμέρᾳ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός. BSB · 4

5

Ἀβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. BSB · 5

6

εἶπεν δὲ Σάρρα Γέλωτά Α μοι ἐποίησεν κύριος· ὃς γὰρ ἐὰν ἀκούσῃ συγχαρεῖταί μοι. BSB · 6

7

καὶ εἶπεν τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου. BSB · 7

8

Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀρεγαλακτίσθη καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. BSB · 8

9

ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν Ἀγὰρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραάμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ ἑαυτῆς, BSB · 9

10

καὶ εἶπεν τῷ Ἀβραάμ Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. BSB · 10

11

σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραάμ περὶ τοῦ υἱοῦ αὐτοῦ Ἰσμαήλ. BSB · 11

12

εἶπεν δὲ ὁ θεὸς τῷ Ἀβραάμ Μὴ σκληρὸν ἴστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἐἀν εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς· ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. BSB · 12

13

καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης, εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν. BSB · 13

14

ἀνέστη δὲ Ἀβραὰμ τὸ πρωί, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἁγάρ· καὶ ἐπέθηκεν ἐπὶ τὸν καὶ καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου. BSB · 14

15

ἐξέλειιπεν δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης· BSB · 15

16

ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρότερον, ὡσεὶ τόξου βολήν· εἶπεν γάρ Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν· ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλανσεν. BSB · 16

17

εἰσήκουσεν δὲ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἢν, καὶ ἐκάλεσεν ἄγγελος θεοῦ τὴν Ἁγὰρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ Τί ἐστιν, Ἁγάρ; μὴ φοβοῦ· ἐπακήκοεν γὰρ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὑ ἐστίν. BSB · 17

18

ἀνάστηθι καὶ λάβε τὸ παιδίον, καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτόν. BSB · 18

19

καὶ ἀνέῳξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἴδεν φρέαρ ζῶντος· καὶ ἐπορεύθη καὶ ἔπλησεν τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισεν τὸ παιδίον. BSB · 19

20

καὶ ἦν ὁ θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· ἐγένετο δὲ τοξότης. BSB · 20

21

καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου. BSB · 21

22

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ λέγων Ὁ θεὸς μετὰ σοῦ ἐν πᾶσιν οἶς ἐὰν ποιῇς. BSB · 22

23

νῦν οὖν ὄμοσόν μοι τὸν θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ’ ἐμοῦ, καὶ τῇ γῇ ᾗ σὺ παρῴκησας ἐν αὐτῇ. BSB · 23

24

καὶ εἶπεν Ἀβραάμ Ἐγὼ ὀμοῦμαι. BSB · 24

25

καὶ ἤλεγξεν Ἀβραὰμ τὸν Ἀβιμἐλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος ὦν ἀφείλαντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ. BSB · 25

26

καὶ εἶπεν αὐτῷ οὐκ ἔγνων τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο· οὐδὲ σύ μοι, οὐδὲ ἐγὼ ἤκουσα ἀλλὰ σήμερον. BSB · 26

27

καὶ ἔλαβεν Ἀβραὰμ πρόβατα καὶ μόσχους καὶ ἔσωκεν τῷ Ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην. BSB · 27

28

καὶ ἔστησεν Ἀβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας. BSB · 28

29

καὶ εἶπεν Ἀβιμἑλεχ τῷ Ἀβραάμ Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων ἃς ἔστησας μόνας; BSB · 29

30

καὶ εἶπεν Ἀβραὰμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ’ ἐμοῦ, ἵνα ὦσιν εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο. BSB · 30

31

διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. BSB · 31

32

καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιιείμ. BSB · 32

33

καὶ ἐφύτευσεν ἀβραὰρ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὄρκου, καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄυομα κυρίου, Θεὸς αἰώνιος. BSB · 33

34

παρῴκησεν δὲ Ἀβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς. BSB · 34


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX