Genesis 5
1
Αὔτη ἡ βίβλος γενέσεως ἀνθρώπων. ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· BSB · 1
2
ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. BSB · 2
3
ἔζησεν δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν εἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ. BSB · 3
4
ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 4
5
καὶ ἐγένοντο πᾶσαι οἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανεν. BSB · 5
6
Ἔζησεν δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Ἐνώς. BSB · 6
7
καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέῥᾶς. BSB · 7
8
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια δώδεκα ἔτη, καὶ ἀπέθανεν. BSB · 8
9
Καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν. BSB · 9
10
καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καινὰν ἑπτακόσια καὶ δέκα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 10
11
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέθάνεν. BSB · 11
12
Καὶ ἔζησεν Καινὰν ἑκατὸν ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Μαλελεήλ. BSB · 12
13
καὶ ἔζησεν Καινὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ ἑπτακόσια καὶ τεσσεράκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 13
14
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καινὰν ἐννακόσια καὶ δέκα ἔτη, καὶ ἀπέθανεν. BSB · 14
15
Καὶ ἔζησεν Μαλελεὴλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, ἐγέννησεν τὸν Ἰάρεδ. BSB · 15
16
καὶ ἔζησεν Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 16
17
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη, καὶ ἀπέθανεν. BSB · 17
18
Καὶ ἔζησεν Ἰάρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἐγέννησεν τὸν Ἑνώχ. BSB · 18
19
καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἑνὼχ ὀκτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 19
20
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἀπέθανεν. BSB · 20
21
Καὶ ἔζησεν Ἑνὼχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Μαθουσάλα. BSB · 21
22
εὐηρέστησεν δὲ Ἑνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 22
23
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἑνὼχ τριακόσια ἑξήκοντα πέντε ἔτη. BSB · 23
24
καὶ εὐηρέστησεν Ἑνὼχ τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός. BSB · 24
25
Καὶ ἔζησεν Μαθουσάλα ἑκατὸν καὶ ὀγδοήκοντα ἑπτὰ ἔτη, κοὶ ἐγέννησεν τὸν Λάμεχ. BSB · 25
26
καὶ ἔζησεν Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ ἑπτακόσια καὶ ὀγδοήκοντα δύο ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 26
27
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη, καὶ ἀπέθανεν. BSB · 27
28
Καὶ ἔζησεν Λάμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη, καὶ ἐγέννησεν υἱόν. BSB · 28
29
καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Νῶε λέγων Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ θεός. BSB · 29
30
καὶ ἔζησεν Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. BSB · 30
31
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανεν. BSB · 31
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX