← 14 | LXX Torah | 16 →

Leviticus 15

1

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων καὶ Ἀαρών BSB · 1

2

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς αὐτοῖς Ἀνδρὶ ἀνδρὶ ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν. BSB · 2

3

καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως ἀκαθαρσία αὐτοῦ ἐστίν. BSB · 3

4

πᾶσα κοίτη ἐφ’ ἧ ἐὰν κοιμηθῇ ἐπ’ αὐτῆς ὁ γονορρυὴς ἀκάθαρτός ἐστιν, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ὁ γονορρυὴς ἀκάθαρτον ἔσται. BSB · 4

5

καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· BSB · 5

6

καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφ’ ὃ ἐὰν καθίση ὁ γονορρυὴς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. BSB · 6

7

καὶ ὁ ἁπτόμενος χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· BSB · 7

8

ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· BSB · 8

9

καὶ πᾶν ἐπίσαγμα ὄνου ἐφ’ ὃ ἄν ἐπιβῇ ἐπ’ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἱστᾶι ἕως ἑσπέρας· BSB · 9

10

καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ἦ ὑποκάτω αὐτοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ κα λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. BSB · 10

11

καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια κα λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. BSB · 11

12

καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονορρυὴς συντριβήσεται· κα σκεῦος ξύλινον νιφήσεται ὕδατι, καὶ καθαρὸν ἱστᾶι. BSB · 12

13

ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμόν, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται. BSB · 13

14

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν κα οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ. BSB · 14

15

καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας κα μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ. BSB · 15

16

Καὶ ἄνθρωπος ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ακαθαρτος ἔσται ἕως ἑσπέρας· BSB · 16

17

καὶ πᾶν ἱμάτιον κα πᾶν δέρμα ἐφ’ ὅ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι κα ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. BSB · 17

18

καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως BSB · 18

19

Καὶ γυνὴ ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι, ἔσται ἡ ῥύσις αὐτῆς ἑ τῷ αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόαὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, BSB · 19

20

καὶ πᾶν ἐφ’ ὁ ἂν κοιἐπ’ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς ἀκάθαρτον ἔσται, καὶ πᾶν ὃ ἂν ἐπικαθίσῃ ἐπ’ αὐτὸ ἀκάθαρτον ἔσται. BSB · 20

21

καὶ πᾶς ὃς ἐὰν ς κοίτης αὐτῆς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ κα λούσεται τὸ αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. BSB · 21

22

καὶ πᾶς ὁ ἀπτόμενος παντὸς σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. BSB · 22

23

ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. BSB · 23

24

ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ’ αὐτῆς, καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ’ αὐτῷ, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ πᾶσα κοίτη ἐφ’ ᾗ ἂν κοιμηθῇ ἐπ’ αὐτῆς ἀκάθαρτος ἔσται. BSB · 24

25

Καὶ γυνὴ ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου, ἀκάθαρτος ἔσται. BSB · 25

26

καὶ πᾶσαν κοίτην ἐφ’ ἢν ἂν κοιμηθῇ ἐπ’ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. BSB · 26

27

πᾶς πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. BSB · 27

28

ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας, καὶ μετὰ ταῦτα καθαρισθήσεται. BSB · 28

29

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται αὑτῇ δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· BSB · 29

30

καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς. BSB · 30

31

Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. BSB · 31

32

οὗτος ὁ νόμος τοῦ γονορρυοῦς, καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇ· BSB · 32

33

καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρὶ ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης. BSB · 33


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX