Numbers 16
1
καὶ ἐλάλησεν Κόρε υἱὸς Ἰσσαὰρ υἱοῦ καάθ υἱοῦ Λευεί, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἐλιάβ, καὶ Αὒν υἱὸς Φάλεθ υἱοῦ Ῥουβήν· BSB · 1
2
καὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύνκλητοι βουλῆς καὶ ἄνδρες ὀνομαστοί· BSB · 2
3
συνέστησαν ὀπίσω Μωυσῆ καὶ Ἀαρὼν καὶ εἶπαν Ἐχέτω ὑμῖν, ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος· καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κύρου; BSB · 3
4
καὶ ἀκούσας Μωυσῆς ἔπεσεν ἐπὶ πρόσωπον, BSB · 4
5
καὶ ἐλάλησεν πρὸς κέ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων Ἐπέσκεπται καὶ ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ π ροσηγάγετο πρὸς ἑαυτόν, καὶ οὓς ἐξελέξατο ἑαυτῷ π ροσηγάγετο πρὸς ἑαυτόν. BSB · 5
6
τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κόρε καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, BSB · 6
7
καὶ ἐπίθετε ἐπ’ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ’ αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον· καὶ ἱστᾶι ὁ ἀνὴρ ὃν ἐκλέγεται κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευεί. BSB · 7
8
καὶ εἶπεν Μωυσῆς πρὸς κόρε Εἰσακούσατέ μου, υἱοὶ Λευεί. BSB · 8
9
μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν ὁ θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραήλ, καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς, BSB · 9
10
καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευεὶ μετὰ σοῦ; καὶ ζητεῖτε καὶ ἱερατεύειν; BSB · 10
11
οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν· καὶ Ἀαρὼν τίς ἐστιν ὅτι διὸ· γογγύζετε κατ’ αὐτοῦ; BSB · 11
12
καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἐλιάβ. καὶ εἶπαν Οὐκ ἀναβαίνομεν· BSB · 12
13
μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων; BSB · 13
14
εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ κοὶ ἀμπελῶνας. τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας· οὐκ ἀναβαίνομεν. BSB · 14
15
καὶ ἐβαρυθύμησεν Μωυσῆς σφόδρα, καὶ εἶπεν πρὸς Κύριον Μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν. BSB · 15
16
καὶ εἶπεν Μωυσῆς πρὸς κόρε Ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι Κυρίου κυρίου σὺ καὶ αὐτοὶ καὶ Ἀαρὼν αὔριον· BSB · 16
17
καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ’ αὐτὰ θυμιάματα, καὶ προσάξετε ἔναντι Τυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ. BSB · 17
18
καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπ’ αὐτὰ πῦρ, καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα· καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ἀαρών. BSB · 18
19
καὶ ἐπισυνέστησεν ἐπ’ αὐτοὺς κόρε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ὤφθη ἡ δόξα κυρίου πάσῃ τῇ συναγωγῇ. BSB · 19
20
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων BSB · 20
21
Ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. BSB · 21
22
καὶ καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ Θεός, θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου; BSB · 22
23
καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 23
24
Αάλησον τῇ συναγωγῇ λέγων Ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς κόρε. BSB · 24
25
καὶ ἀνέστη Μωυσῆς καὶ ἐποπρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ οἱ πρεσβύτεροι Ἰσραήλ. BSB · 25
26
καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστὶν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάση τῇ ἀπαρτίᾳ ὑμῶν. BSB · 26
27
καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς κόρε κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ ἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν. BSB · 27
28
καὶ εἶπεν Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ· BSB · 28
29
εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ’ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ κύριος ἀπέσταλκέν με. BSB · 29
30
ἀλλ’ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾄδου, καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον. BSB · 30
31
ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν, BSB · 31
32
καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ κόρε καὶ τὰ κτήνη αὐτῶν. BSB · 32
33
καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. BSB · 33
34
καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ. BSB · 34
35
καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα. BSB · 35
36
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν BSB · 36
37
καὶ πρὸς Ἐλεαζὰρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· BSB · 37
38
καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν, καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ. BSB · 38
39
καὶ ἔλαβεν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσαπροσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ, BSB · 39
40
κατακεκαυμένοι, τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου, καὶ οὐκ ἔσται ὥσπερ κόρε καἰ ἡ ἐπισύστασις αὐτοῦ· καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ. BSB · 40
41
καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ αὔριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες ‘Yμεῖς ἀπε κτάνκ ατε τὸν λαὸν κυρίου. BSB · 41
42
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρών, καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε, ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα κυρίου. BSB · 42
43
καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου· BSB · 43
44
καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων BSB · 44
45
Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν. BSB · 45
46
καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρών Λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξιλάσεται περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου, ἦρκται θραύειν τὸν λαόν. BSB · 46
47
καὶ ἔλαβεν Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκται ἡ θραῦσις ἐν τῷ λαῷ. καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ· BSB · 47
48
καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις ἐν τῷ λαῷ. BSB · 48
49
καὶ ἐγένοντο οἱ ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι, τῶν τεθνηκότων ἕνεκεν κόρε. BSB · 49
50
καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἡ θραῦσις. XVII BSB · 50
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX