LXX Torah | 2 →

Deuteronomy 1

1

OYTOI οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ Φαρᾶν Τόφολ καὶ λοβὸν καὶ Αὐλῶν’ καὶ Καταχρύσεα· BSB · 1

2

ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ’ ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή. BSB · 2

3

καὶ ἐγενήθη ἐν τῷ τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς, BSB · 3

4

μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶὪγ βασιλέα τῆς βασᾶν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, BSB · 4

5

ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων BSB · 5

6

κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῶ ὄρει τούτῳ· BSB · 6

7

ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβά, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς λίβα καὶ παραλίαν γῆν χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. BSB · 7

8

ἴδετε παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς. BSB · 8

9

καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καίρῳ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. BSB · 9

10

Κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· BSB · 10

11

Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμὰς καθοτ ἐλάλησεν ὑμῖν. BSB · 11

12

πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν; BSB · 12

13

δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ’ ὑμῶν μῶν ἡγουμένους ὑμῶν. BSB · 13

14

καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι. BSB · 14

15

καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ’ ὑμῶν, καὶ ἑκατοντάρχους καὶ δεκαδάρχους γραμματοεισαγωτοῖς κριταῖς ὑμῶν. BSB · 15

16

καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ νὼ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. BSB · 16

17

οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾐ ἀφ’ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ’ ἐμέ, καὶ ἀκούσομαι ὑμῶν. BSB · 17

18

καἴ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους οὓς ποιήσετε. BSB · 18

19

καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδὴς Βαρνή. BSB · 19

20

καὶ εἶπα πρὸς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν· BSB · 20

21

ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. BSB · 21

22

καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε᾿ Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμὶν τὴν γῆν, καὶ άοαγγεθκάτωσαν ἡμῖν ἀπόκρισιν, τὴν ὁδὸν δι’ ἧς ἀναβησόμεθα ἐν καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. BSB · 22

23

καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆ μὰ, καὶ ἔλαβον ἐξ ὑμῶν ιβ΄ ἄν·δρας, ἄνδρα ἕνα κατὰ φυλήν. BSB · 23

24

καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν αὐτήν. BSB · 24

25

καὶ ἐλάσον ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς, καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. BSB · 25

26

καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ἡμῶν· BSB · 26

27

καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν Κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, παραδοῦναι ἡμᾶς εἰς χεῖρας Ἀμορραίων, ἐξολεθρεῦσαι ἡμᾶς· BSB · 27

28

ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι χισμέναι ἔως τοῦ οὐρανοῦ· ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. BSB · 28

29

καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ’ αὐτῶν· BSB · 29

30

Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν, αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ’ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ἡμῖν ἐν γῇ Αἰγύπτῳ. BSB · 30

31

καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἢν εἴδετε ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἢν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. BSB · 31

32

καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ἡμῶν, BSB · 32

33

ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ’ ἢν πορεύεσθε ἐπ’ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας. BSB · 33

34

καὶ ἤκουσεν Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν, καὶ παροξυνθεὶς ὤμοσεν λέγων BSB · 34

35

Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. BSB · 35

36

πλὴν Χαλὲβ υἱὸς Ἰεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ’ ἢν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον. BSB · 36

37

καὶ ἐμοὶ ἐθυμώθη κύριος δι’ ὑμᾶς λέγων Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ. BSB · 37

38

Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ. BSB · 38

39

καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν. BSB · 39

40

καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. BSB · 40

41

καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Ημάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος. BSB · 41

42

καὶ εἶπεν κύριος πρὸς μέ Εἰπὸν αὐτοῖς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ’ ὑμῶν· κα οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν. BSB · 42

43

καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου· καὶ παρέβητε τὸ ῥῆμα Τυρίου, καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. BSB · 43

44

καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν, κα κατεδίωξαν ὑμᾶς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ. BSB · 44

45

καὶ καθίσαντες ἐκλαίετε ἔναντι Τυροῦ τοῦ θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. BSB · 45

46

καὶ ἐνεκάθησθε ἐν Καδὴς ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε ἐκεῖ. BSB · 46


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX