← 16 | LXX Torah | 18 →

Deuteronomy 17

1

Οὐ θύσεις Κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, πᾶν ῥῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν. BSB · 1

2

Ἐὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν πόλεων σου, ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνὴ ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου, παρελθεῖν τὴν διαθήκη αὐτοῦ, BSB · 2

3

καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσουσιν αὐτοῖς, τῶ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ οὐ προσέταξεν, BSB · 3

4

καὶ ἀναγγελῇ σοι· καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ· BSB · 4

5

καὶ ἐξαρεῖς τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκ νῆν, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν BSB · 5

6

ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων οὐκ ἀποθανεῖται ἐφ’ ἑνὶ μάρτυρι. BSB · 6

7

καὶ ἡ χεὶρ τῶν μαρτύρων ἴστ’ ἐπ’ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ’ ἔσχ’ τῶν· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. BSB · 7

8

Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος, καὶ ἀνὰ μέσον κρίσις κρίσεως, καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς, καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐκεῖ, BSB · 8

9

καὶ ἐλεύσῃ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν. BSB · 9

10

καὶ ποιήσεις κα τὸ πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἀν’ ἐκλέξηται κύριος ὁ θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἐὰν νομοθέτῃ σοι· BSB · 10

11

κατὰ κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἢν ἂν εἴπωσίν σοι ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά. BSB · 11

12

καὶ καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρέστη κότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέρ’ ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ· BSB · 12

13

καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεήσει ἔτι. BSB · 13

14

Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοἱ, καὶ κληρονομήσῃς αὐτὴν κοὶ κατοικήσῃς ἐπ’ αὐτήν, καὶ εἴπῃς καταστήσω ἐπ’ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· BSB · 14

15

καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ὃν ἐκλέξηται Κύριος ὁ θεὸς αὐτόν. ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι BSB · 15

16

οὐκ ἀδελφός σού ἐστιν. διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποτρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὐτῷ ἵππον· ὁ δὲ Κύριος εἶπεν Οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι. BSB · 16

17

καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα. BSB · 17

18

καὶ καὶ ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευειτῶν, BSB · 18

19

καὶ μετ’ αὐτοῦ καὶ ἀνανώσεται γνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἵνα μάθῃ φοβεῖσθαι Κύριον τὸν θεόν σου καὶ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν· BSB · 19

20

ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ. BSB · 20


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX