Deuteronomy 20
1
Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδης ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν· ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου. BSB · 1
2
καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς Ἄκουε, Ἰσραήλ· BSB · 2
3
ὑμεῖς πορεύεσεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν, BSB · 3
4
ὅτι Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ’ ὑμῶν, σαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς. BSB · 4
5
καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν κοινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ένκαινιεῖ αὐτήν. BSB · 5
6
καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ άποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. BSB · 6
7
καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίον αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν. BSB · 7
8
καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῆ πορευέσθω πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ. BSB · 8
9
καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστὴσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ. BSB · 9
10
Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκάλεσαι αὐτοὺς μετ’ εἰρήνης. BSB · 10
11
ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσίν σοι καὶ ἀνοίξωσίν σοι, ἕαται πᾶς ὁ λαός, οἱ εὑρεθέντες ἐν αὐτῇ, ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου. BSB · 11
12
ἐὰν δὲ μὴ ὑπακούσωσίν σοι καὶ ποιῶσιν πρὸς σὲ πόλεμον, περικαθιεῖς αὐτήν, BSB · 12
13
ἕως ἂν παραδῷ σοι αὐτὴν κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας, BSB · 13
14
πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς· καὶ ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ, καὶ φάγῃ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου ὃν κύριος ὁ θεός σου δίδωσίν σοι. BSB · 14
15
οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα· οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων BSB · 15
16
ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε πᾶν ἐνπνέον, BSB · 16
17
ἀλλ᾿ ἣ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς, τὸν Χετταῖον καὶ Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὑαῖον καὶ Ἰεβουσαῖον, ὃν τρόπον ἐνετεὶλατὸ σοι κύριος ὁ θεός σου· BSB · 17
18
ἵνα μὴ διδάξωσιν ὑμᾶς ποιεῖν πάντα τὰ βδελύγματα αὐτῶν ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν. BSB · 18
19
Ἐὰν δὲ περικαθίσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάλημψιν αὐτῆς, οὐχὶ ἐξολεθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ’ αὐτὰ σίδηρον. ἀλλ’ ἢ ἀπ’ αὐτοῦ φάγῃ, αὐτὸ δὲ οὐκ ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου ἐς τὸν χάρακα,. BSB · 19
20
ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν, τοῦτο ὀλεθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ. BSB · 20
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX