Deuteronomy 27
1
Καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ἰσραηλειτῶν Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. BSB · 1
2
καὶ ἱστᾶι ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ· BSB · 2
3
καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς πατέρων σού σοι. BSB · 3
4
Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ, ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβάλ, καὶ κονιάσεις αὐτοὺς κονία. BSB · 4
5
καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτὸ σίδηρον. BSB · 5
6
λίθους ὁλοκλήρους οἰκοδομήσεις ἥσεις θυσιαατήριον κυρίῳ τῷ θεῶ σου, καὶ ἀνοίσεις ἐπ’ αὐτὸ τὰ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σού. BSB · 6
7
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου, καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου· BSB · 7
8
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. BSB · 8
9
Καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευεῖται παντὶ Ἰσραὴλ λέγοντες Σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Τυρίῳ τῶ θεῶ σου. BSB · 9
10
καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. BSB · 10
11
Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ λέγων BSB · 11
12
Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζείν, διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευεί, Ἰουδά, Ἰσσαχάρ, Ἰωσὴφ καὶ Βενιαμείν. BSB · 12
13
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ῥουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλεί. BSB · 13
14
Καὶ ἀποκριθέντες οἱ Λευεῖται ἐροῦσιν παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ BSB · 14
15
Ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν κα χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. καὶ ἀποκριθεὶς ὁ λαὸς ἐροῦσιν Γένοιτο. BSB · 15
16
Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 16
17
Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 17
18
Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 18
19
Ἐπικατάπατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 19
20
Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ γυναικὸς ἐκ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 20
21
Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 21
22
Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 22
23
Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 23
24
Ἐπικατάπατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 24
25
Ἐπικατάπατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. BSB · 25
26
Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς. καὶ ἐροῦσιν πᾶς ὁ λᾶος Γένοιτο. BSB · 26
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX