← 12 | LXX Torah | 14 →

Exodus 13

1

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων BSB · 1

2

Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν. BSB · 2

3

Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ἧ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη. BSB · 3

4

ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων. BSB · 4

5

καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ εὐαίων καὶ Αμορραίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, ἢν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρίαν ταύτην ἐν τῷ μηνὶ τούτῳ. BSB · 5

6

ἓξ ἡμέρας ἔδεσθε ἄςυμα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμη ἑορτὴ κυρίου· BSB · 6

7

ἄζυμα ἔδεσθε ἑπτὰ ἡμέρας, οὐκ ὀφθήσεταί σοι ζυμωτὸν οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου. BSB · 7

8

καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. BSB · 8

9

καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος Κυρίου ἐν τῷ στόματί σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου. BSB · 9

10

καὶ φυλάξεσθε τὸν νόμον τοῦτον ἀφ’ ἡμερῶν εἰς ἡμέρας. BSB · 10

11

Καὶ ἔσται ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν, BSB · 11

12

καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηται σοι, τὰ ἀρσενικὰ ἁγιάσεις τῷ κυρίῳ. BSB · 12

13

πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό· πᾶν πρωτώ τόκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. BSB · 13

14

ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χερὶ κραταιᾷ ἐξήγαγεν κύριος ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας· BSB · 14

15

ἡνίκα δὲ ἐσκλήρυνεν Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕς πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω πᾶν πρωτότοκον τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. BSB · 15

16

καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν σε κύριος ἐξ Αἰγύπτου. BSB · 16

17

Ὣς δὲ ἐξαπέστειλεν Φαραὼ τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιείμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μή ποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. BSB · 17

18

καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον, εἰς τὴν ἐρυθρὰν θάλασσαν· πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. BSB · 18

19

Καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ ἸωσὴΦ μεθ’ ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκισεν τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν. BSB · 19

20

Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατοπέδευσαν ἐν Ὀθὸμ παρὰ τὴν ἰρημον. BSB · 20

21

ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· BSB · 21

22

οὐκ ἐξέλιπεν δὲ ὁ οτύλος τῆς νεφέλης ἡμέρας καὶ ὁ ατύλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός. BSB · 22


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX