Exodus 27
1
Καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος· τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ. BSB · 1
2
καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ. BSB · 2
3
καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ. BSB · 3
4
καὶ ποιήσεις αὐτῷ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρες χαλκοῦς ὑπὸ τὰ τέσσερα κλίτη. BSB · 4
5
καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ’ρᾶν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου. BSB · 5
6
καὶ ποιήσεις τῷ θυσιαστηρίῳ φορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ. BSB · 6
7
καὶ εἰσάξεις τοὺς φορεῖς εἰς τοὺς δακτυλίους· καὶ ἔστωσαν οἱ φορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό. BSB · 7
8
κοιλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδειχθέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό. BSB · 8
9
Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τῇς αὐλῆς, μῆκος ἑκατὸν πηχῶν τῷ ἑνὶ κλίτει· BSB · 9
10
καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ. BSB · 10
11
οὕτως τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχῶν μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργύρῳ. BSB · 11
12
τὸ δὲ εὖρος τῆς αὐλῆς κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχῶν· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα. BSB · 12
13
καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία ν΄ πήχεων· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα. BSB · 13
14
καὶ πέντε καὶ δέκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. BSB · 14
15
καὶ τὸ κλίτος τὸ δεύτερον, δέκα πέντε πηχῶν τῶν ἱστίων τὸ ὔψος· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. BSB · 15
16
καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πηχῶν τὸ ὔψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στύλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες. BSB · 16
17
πάντες οἱ στύλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραἱ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. BSB · 17
18
τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ᾿ ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα, καὶ ὔψος πέντε πηχῶν ἐκ βύσσου κεκλωσμένης, καὶ βάσεις αὐτῶν χαλκαἱ. BSB · 18
19
καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ. BSB · 19
20
Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λαβέτωσόν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσοι, ἵνα κάηται λύχνος διὰ παντὸς BSB · 20
21
ἐν τῆ σκηνὴ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης· καύσει οὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ὄφ’ ἑσπέρας ἕως πρῴ ἐναντίον Κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν Ἰσραήλ. BSB · 21
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX