Exodus 29
1
Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς· ἁγιάσεις αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς· λήμψῃ δὲ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμοὺς, BSB · 1
2
καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά. BSB · 2
3
καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἕν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ, καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς· BSB · 3
4
καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. BSB · 4
5
καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου, κα τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λήιον πρὸς τὴν ἐπωμίδα. BSB · 5
6
καὶ θήσεις τὴν μίτραν ἐπὶ τὴν κἠν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν. BSB · 6
7
καὶ λήμψῃ τοῦ ἐλαίου τοῦ χρίσματος, καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν. BSB · 7
8
καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας· BSB · 8
9
καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὑτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, BSB · 9
10
καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, κα ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔωαντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· BSB · 10
11
καὶ σφάξεις τὸν μόσχον ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. BSB · 11
12
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς, παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. BSB · 12
13
καὶ λήμψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς κα τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. BSB · 13
14
τὰ ’δε κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἵξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστιν. BSB · 14
15
καὶ τὸν κριὸν λήμψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· BSB · 15
16
καὶ σφάξεις αὐτόν, καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. BSB · 16
17
καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη, καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι, καὶ ἐπιθήσεις τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ. BSB · 17
18
καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυμίαμα κυρίῳ ἔ. BSB · 18
19
καὶ λήμψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· BSB · 19
20
καὶ σφάξεις αὐτόν, καὶ λήμψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ καὶ ἐπί τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τά ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. BSB · 20
21
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ, καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ· καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἢ στολὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ· τὸ ’δε αἷμα τού κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. BSB · 21
22
καὶ λήμψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστιν γὰρ τελείωσις αὕτη· BSB · 22
23
καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἱν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Τυρίου· BSB · 23
24
καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖραι Ἀαρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀφοριεῖς αὐτοῖς ἀφόρισμα ἔναντι Κυρίου. BSB · 24
25
καὶ λήμψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι κυρίου· κάρπωμά ἐστιν κυρίῳ. BSB · 25
26
καὶ λήμψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ἀαρών, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι κυρίου, καὶ ἔσται σοι ἐν μερίδι. BSB · 26
27
καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται καὶ ὃς ἀφᾐρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ. BSB · 27
28
καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστιν γὰρ ἀφόρισμα τοῦτο, καὶ ἀφαίρεμα ἔσται ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραήλ, ἀφαίρεμα κυρίῳ. BSB · 28
29
καὶ ἡ στολὴ τοῦ ἁγίου ἤ ἐστιν Ἀαρὼν ἔσται τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτόν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν· BSB · 29
30
ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ’ αὐτοῦ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις. BSB · 30
31
καὶ τὸν κριὸν τῆς τελειώσεως λήμψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ· BSB · 31
32
καὶ ἔδονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· BSB · 32
33
ἔδονται αὐτὰ ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς, τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς· καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ, ἔστιν γὰρ ἅγια. BSB · 33
34
νέαν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται, ἁγίασμα γάρ ἐστιν. BSB · 34
35
καὶ ποιήσεις Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις αὐτῶν τὰς χεῖρας. BSB · 35
36
καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ· καὶ καθαριεῖς τὸ θυσιαατήριον ἐν τῷ ἁγιάζειν σε ἐπ’ αὐτῷ, καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό. BSB · 36
37
ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ ἁγιασθήεται. ἁγιασθήσεται. BSB · 37
38
Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ· BSB · 38
39
τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· BSB · 39
40
καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ, τῷ τετάρτῳ τοῦ εἵν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί· BSB · 40
41
καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ, BSB · 41
42
θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν, ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Τυρίου, ἐν γνωσθήσομαί σοι ἐκεῖθεν ὥστε λαλῆσαί σοι. BSB · 42
43
καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου· BSB · 43
44
καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι· BSB · 44
45
καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἔσομαι αὐτῶν θεός. καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐπικληθῆαι αὐτοῖς κα B θε ὃς εἶναι αὐτῶν. BSB · 45
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX