← 30 | LXX Torah | 32 →

Exodus 31

1

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 1

2

Ιδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεήλ τὸν τοῦ οὐρείου τὸν Ὥρ τῆς φυλῆς Ἰούδα, BSB · 2

3

καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπίστη· μὴς ἐν παντὶ ἔργῳ, BSB · 3

4

διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστόν, BSB · 4

5

καὶ τὰ λιθουργικά, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. BSB · 5

6

καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα· BSB · 6

7

τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς, BSB · 7

8

καὶ τὰ θυσιαστήρια, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πόντα τὰ σκεύη αὐτῆς, BSB · 8

9

καὶ τὸν λουτῆρα καὶ τὴν βόσιν αὐτοῦ, BSB · 9

10

καὶ τὰς στολὰς τὰς λειτουργικάς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι, BSB · 10

11

καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν. BSB · 11

12

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 12

13

Καὶ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ὀρᾶτε καὶ τὰ σάββατά μου σημεῖόν ἐστιν παρ’ ἐμοὶ κοὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς. BSB · 13

14

καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ. BSB · 14

15

ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς ὅς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανατωθήσεται. BSB · 15

16

καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γένεὰς αὐτῶν· διαθήκη αἰώνιος BSB · 16

17

ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραήλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἕξ ἡμέραις ἐποίησεν Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ κατέπαυσεν καὶ ἐπαύσατο. BSB · 17

18

Καὶ ἔδωκεν Μωσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἱέν τῷ ὄρει τῷ Σεινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλω τοῦ θεοῦ. BSB · 18


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX