Exodus 34
1
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις αἷς συνέτριψας. BSB · 1
2
καὶ γίνου ἕτοιμος εἰς τὸ πρωί, καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ στήσῃ μοι ἐκεῖ ἐπ’ ἄκρου τοῦ ὄρους. BSB · 2
3
καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου. BSB · 3
4
καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινά, καθότι συνέταξεν αὐτῷ κύριος· καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας. BSB · 4
5
καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν τῷ ὀνόματι κυρίου. BSB · 5
6
καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν κύριος ὁ θεὸςοἰκτείρμῶν καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, BSB · 6
7
καὶ δικαιοσύνην διατηρῶν καὶ ἕλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ γενεάν. BSB · 7
8
καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν πρόσ’ BSB · 8
9
καὶ εἶπεν Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συνπορευθήτω ὁ κύριός μου μεθ’ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθα σοί. BSB · 9
10
καὶ τοῦ λαοῦ σοῦ· ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῆ καὶ ἐν παντὶ ἔθνει· καὶ ὄψεται πᾶς ὁ λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα κυρίου, ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι. BSB · 10
11
πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Χετταῖον καὶ Εὑαῖον καὶ Γεργεσαῖον καὶ ’Iεβουσαῖον· BSB · 11
12
πρόσεχε σεαυτῷ μή ποτε θῇς διαθήκην τοῖς ἐνκαθημένοις ἐπὶ τῆς γῆς εἰς ἢν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν. BSB · 12
13
τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί. BSB · 13
14
οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα, θεὸς ζηλωτής ἐστιν. BSB · 14
15
μή ποτε θῇς διαθήκην τοῖς ἐνκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσίν σε καὶ φάγῃς τῶν θυμάτων οὕτων, BSB · 15
16
καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶ αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν. BSB · 16
17
καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ. BSB · 17
18
καὶ τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξῃ· ἑπτὰ ἡμέρας φάγῃ ἄζυμα, καθάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου. BSB · 18
19
τᾶν διανοῖγον μήτραν, ἐμοὶ τὰ ἀρσενικά, πᾶν πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου. BSB · 19
20
καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτό, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. BSB · 20
21
ἕξ ἡμέ. ῥᾶς ἐργᾷ, τῆ δὲ ἑβδόμῃ κατάπαυσις· τῷ σπόρῳ καὶ τῷ ἀμήτῳ κότα. παῦσις. BSB · 21
22
καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι, ἀρχὴν θερισμοῦ πυροῦ, καὶ ἀρχὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ. BSB · 22
23
τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ θεοῦ Ισραήλ. BSB · 23
24
ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἄν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ θεοῦ σου τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ. BSB · 24
25
οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυμιαμάτων μου, καὶ οὐ κοιμηθἠσεται εἰς τὸ πρωὶ θύματα τῆς ἑορτῆς τοῦ πάσχα. BSB · 25
26
τὰ πρωτογενήματα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου. οὐ προσοίσεις ἄρνα ἐν γόλακτι μητρὸς αὐτοῦ. BSB · 26
27
καὶ εἶπεν Κύρος πρὸς Μωυσῆν Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τῷ Ἰσραήλ. BSB · 27
28
Καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον κυρίου τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύ· κτὰς· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν· καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους. BSB · 28
29
‘Ως δὲ κατέβαινεν Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωσῆς οὐκ ἤδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῶ λαλεῖν αὐτὸν αὐτῷ. BSB · 29
30
καὶ ἴδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωυσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐησαι αὐτοῦ. BSB · 30
31
καὶ ἐκάλεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν ’ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς· καὶ ἐλάλησεν αὐτοῖς BSB · 31
32
καὶ μετὰ ταῦτα προσηΛθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐνετείλατο αὐτοῖς πάντα ὅσα ἐνετίλατο κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει BSB · 32
33
καὶ ἐπειδὴ κατέπαυσεν λαλῶν πρὸς αὐτούς, ἐπνθῆκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. BSB · 33
34
ἡνίκα δ’ ἄν εἰσεπορεύετο Κυρίου κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς Ἰσραὴλ ὅσα ἐνετείλατο αὐτῷ κύριος. BSB · 34
35
καὶ ἴδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον ὅτι δεδόξασται· καὶ περιέθηκεν Μωυσῆς κάλυμμα ἐπὶ τὸ ἑαυτοῦ, ἕως ἄν εἰσέλθῃ συνλαλεὶν αὐτῷ. BSB · 35
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX