← 34 | LXX Torah | 36 →

Exodus 35

1

Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἶπεν Οὗτοι οἱ λόγοι οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς. BSB · 1

2

ἔξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμη κατάπαυσις, ἅγιον, σόββατα ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω. BSB · 2

3

οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος. BSB · 3

4

καὶ εἶπεν Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος λέγων BSB · 4

5

Δάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα Τυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον ἀργύριον χαλκόν, BSB · 5

6

ὐάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον, βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγίας, BSB · 6

7

καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, BSB · 7

8

καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. BSB · 8

9

καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος BSB · 9

10

τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους, BSB · 10

11

καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα, BSB · 11

12

καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐῆς, BSB · 12

13

καὶ τοὺς λίθους τῆς σμαράγδου, BSB · 13

14

καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, BSB · 14

15

καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, BSB · 15

16

καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη BSB · 16

17

καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, BSB · 17

18

καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, BSB · 18

19

καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως. BSB · 19

20

Καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν ‘Ισραὴλ ἀπὸ Μωσῆ. BSB · 20

21

καὶ ἀνήνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· κρῖ ἤνεγκαν ἀφαίρεμα εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. BSB · 21

22

καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾦ ἔδοξεν τῇ διανοίᾳ ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν· καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ. BSB · 22

23

καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν. BSB · 23

24

καὶ πᾶς ὁ ἀφαιρῶν τὸ ἀφαίρεμα ἤνεγκαν ἀργύριον καὶ χαλκόν, τὰ ἀφαιρέματα Τυρίῳ· καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα, καὶ εἰς πάντα τὰ ἔργα τῆς ἤνεγκαν. BSB · 24

25

καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκιvov καὶ τὴν βύσσον· BSB · 25

26

καὶ πᾶσαι αἱ γυναῖκες αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ ἔνησαν τὰς τρίχας τὰς αἰγίας. BSB · 26

27

καὶ οἱ ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς εἰς τὴν ἐπωμίδα καὶ τὸ λήιον, BSB · 27

28

καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος. BSB · 28

29

καὶ πᾶς ἀνὴρ καὶ γυνὴ ᾦν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντα ποιεὶν πάντα τὰ ἔργα ὄσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ ἀφαίρεμα κυρίῳ. BSB · 29

30

Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ οὐρείου τὸν Ὤρ ἐκ φυλῆς Ἰούδα, BSB · 30

31

καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων, BSB · 31

32

ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, BSB · 32

33

καὶ λιθουργῆσαι τὸν λίθον, καὶ κατεργάζεσθαι τὰ ξύλα, καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας· BSB · 33

34

καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ ’Eλιὰβ τῷ τοῦ ’Αχισαμὰκ ἐκ φυλῆς Δάν· BSB · 34

35

ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου, ἰαὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας. Καὶ ἐποίησεν ἐποίησεν XXXVI BSB · 35


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX