Exodus 36
1
XXXVIκαὶ Ἐλιὰβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα ὅσα συνέταξεν κύριος. BSB · 1
2
Kai ἐκάλεσεν Μωσῆς Βεσελὴλ καὶ ’Eλιὰβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ὁ θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως β νοῦς προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά· BSB · 2
3
καὶ ἔλα· βον παρὰ Μωσῆ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωί. BSB · 3
4
καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον ὃ ἠργάζοντο αὐτοί. BSB · 4
5
καὶ εἶπεν πρὸς Μωυσῆν ὄτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα ὅσα συνέταξεν κύριος ποι. ἧσαι. BSB · 5
6
καὶ προσέταξεν Μωσῆς, καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων Ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν. BSB · 6
7
καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον. BSB · 7
8
Καὶ πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ BSB · 8
9
Καὶ ἐποίησεν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθοῦ καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης. BSB · 9
10
καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ σὺν τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό· BSB · 10
11
ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντόν, εἰς ἄλληλα συνπεπλεγμένα καθ’ ἑαυτό. BSB · 11
12
ἐξ αὐτοῦ ἐποίησαν, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ διανενησμένου καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 12
13
καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συνπεπορπημένους καὶ περισεσιαλωμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἰῶν Ἰσραήλ· BSB · 13
14
καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 14
15
Καὶ ἐποίησαν λόγιον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης· BSB · 15
16
τετράγωνον διπλοῦν ἐποίησαν τὸ λήιον, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν. BSB · 16
17
καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετρόστιχον, στίχος λίθων· σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς· BSB · 17
18
καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· BSB · 18
19
καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος· BSB · 19
20
καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ. BSB · 20
21
καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτ’ εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς φυλάς. BSB · 21
22
Καὶ ἐποίησαν ἐπὶ τὸ λήιον κροσοὺς γμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ· BSB · 22
23
κ δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς. BSB · 23
24
καὶ θῆκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ’ ἀμφοτέρας τὰς τοῦ λογίου· BSB · 24
25
καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ’ ἀμφοτέρων τῶν μερῶν τοῦ λογίου, (18) καὶ εἰς τὰς τὰ δύο ἐμπλόκια, BSB · 25
26
καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἔναν. τίας κατὰ πρόσωπον. BSB · 26
27
καὶ καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ’ ἄκρου τοῦ λογίου καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν. BSB · 27
28
καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος. BSB · 28
29
καὶ συνέσφιγξεν τὸ λόγιον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ’ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συνπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἴνα μὴ χαλᾶται τὸ λήιον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 29
30
Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον· BSB · 30
31
τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τᾦ Μέσῳ διυφασμένον συνπλεκτόν, φὰν ὢν τὸ περιστόμιον ἀδιάλυτον. BSB · 31
32
καὶ ἐποίησαν ἐπὶ τοῦ λῶ τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης. BSB · 32
33
καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων. BSB · 33
34
κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 34
35
Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, BSB · 35
36
καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης, BSB · 36
37
καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πόρ’. φύρας καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὅν τρόπον συνέταξεν κύριος τῷ Μυσῇ. BSB · 37
38
καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· BSB · 38
39
καὶ ἔγραψεν ἐπ’ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος Ἁγίασμα κυρίῳ· BSB · 39
40
καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθινον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν ἄνωθεν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 40
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX