← 36 | LXX Torah | 38 →

Exodus 37

1

1Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας· (9) BSB · 1

2

ὀκτὼ κα εἴκοσι μῆκος τῆς αὐλαίας τῆς μιᾶς· τὸ αὐτό ἠσαν πάσαις· καἰ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς. BSB · 2

3

καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου χερουβείμ· BSB · 3

4

καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρες στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν Χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. BSB · 4

5

καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν τοῦ χερουκαὶ τοὺς τοὺς στύλους αὐτῶν πέντε καὶ τοὺς κρίκους· BSB · 5

6

καὶ τὰς κεφαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αἱ πέντε Χαλκαῖ. (9) BSB · 6

7

Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ’ ἑκατόν· BSB · 7

8

καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι. BSB · 8

9

καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ’ ἑκατόν, καὶ τὸ κλίτος τὸ πρὸς νότον ἑκατὸν ἐφ’ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν BSB · 9

10

καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα. BSB · 10

11

τὸ καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων, τὸ κατὰ νώτου BSB · 11

12

καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. BSB · 12

13

καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι ἑκατὸν πεντήκοντα πήχεων· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. BSB · 13

14

πὰσαι αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης· BSB · 14

15

καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ, πάντες οἱ στῦλοι τῆς αὐλῆς. BSB · 15

16

καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ αἰ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων, ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς· BSB · 16

17

καὶ οἱ στῦλοι τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες Χαλκαῖ, καὶ αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. BSB · 17

18

καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ, καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ. BSB · 18

19

αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωσῇ, τὴν λειτουργίαν εἶναι τῶν Λευειτῶν διὰ ’Ιθαμὰρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. BSB · 19

20

καὶ Βεσελεὴλ ὁ τοῦ οὐρείου ἐκ φυλῆς Ἰούδα ἐποίησεν καθὰ συνέταξεν κύριος τῷ Μωσῇ, BSB · 20

21

καὶ Ἐλιὰβ ὁ τοῦ Ἀχισαμὰκ ἐκ τῆς φυλῆς Δάν, ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποι· κιλτικά, ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ. BSB · 21


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX