← 37 | LXX Torah | 39 →

Exodus 38

1

Καὶ ἐποίησεν Βεσελεὴλ τὴν κιβωτόν, BSB · 1

2

καὶ κατεχρύσωσεν ἴῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν. BSB · 2

3

καὶ ἐχώνευσεν αὐτῇ τέσσαρες δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἱν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον, BSB · 3

4

εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς. BSB · 4

5

καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου, BSB · 5

6

καὶ τοὺς δύο χερουβεὶμ χρυσοῦς· BSB · 6

7

χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου καὶ χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸν δεύτερον, BSB · 7

8

σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον. BSB · 8

9

Καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ, BSB · 9

10

καὶ ἐχώνευσεν αὐτῇ τέσσαρες δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς. BSB · 10

11

κα τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησεν, καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. BSB · 11

12

καὶ ἐποίησεν τὰ σκεύη τῆς τραπέζης, τά τε τρύβλια καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπόνδια, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ. BSB · 12

13

Καὶ ἐποίησεν τὴν λυχνίαν ἢ φωτίζει χρυσῆν, BSB · 13

14

στερεὰν τὸν καυλόν, Καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερὼν αὐτῇς· BSB · 14

15

ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἐκ τούτου καὶ τρεὶς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις· BSB · 15

16

καὶ λαμπάδια αὐτῶν ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν, ἵνα ὧσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον ἀπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· BSB · 16

17

καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς, καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς, καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς. BSB · 17

18

Οὖτος περιηργύρωσεν τοὺς στύλους, καὶ ἔχων εὗσεν τῷ στύλῳ δακτυλίους χρυσοῦς, καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίῳ, καὶ κατεχρύσωσεν τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ, ὑσί ᾦ, καὶ ἐποίησεν τὰς ἀγκύλας Χρυσδς. BSB · 18

19

οὗτος ἐποίησεν καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς, καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς. BSB · 19

20

οὖτος ἐχώνευσεν τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς, καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς, καὶ τὴν πύλην τῆς αὐλῆς· καὶ ἀγκύλας ἐποίησεν τοῖς στύλοις ἀργυρᾶς ἐπὶ τῶν στύλων• οὗτος περιηργύρωσεν αὐτάς. BSB · 20

21

οὖτος ἐποίησεν καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς. BSB · 21

22

οὖτος ἐποίησεν τὸ θυσταστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσιν τοῖς καταστασιάσασι μετὰ τῆς Τόρε συναγωγῆς. BSB · 22

23

οὖτος ἐποίησεν πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας χαλκᾶς. BSB · 23

24

οὖτος ἐποίησεν τῷ θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτὸν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ· (5,6) καὶ ἐπέθηκεν αὐτῷ τέσσαρες δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, (7) τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν ἐν αὐτοῖς τὸ θυσιαστήριον. (29) BSB · 24

25

οὖτος ἐποίησεν τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος, καθαρὸν ἔργν μυρεψοῦ. BSB · 25

26

οὗτος ἐποίησεν τὸν λουτῆρα χαλκοῦν καὶ τὴν βόσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν· BSB · 26

27

καὶ ἐποίησεν τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μορτυρίου· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν Κύριος τῷ Μωυσῇ. BSB · 27


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX