← 3 | LXX Torah | 5 →

Exodus 4

1

ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν Ἐὰν μὴ σῶσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου, ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός, τί ἐρῶ πρὸς αὐτούς; BSB · 1

2

εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν Ῥάβδος. BSB · 2

3

καὶ εἶπεν ‘Ρίψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγεν Μωυσῆς ἀπ’ αὐτοῦ. BSB · 3

4

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χεὶρ αὐτοῦ· BSB · 4

5

ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι ὁ θεὸς τῶν πατέρων αὐτῶν, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς ’lακώβ. BSB · 5

6

εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών. BSB · 6

7

καὶ εἶπεν πάλιν Εἰσένεγκον τὴν χέρα σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς· BSB · 7

8

ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσιν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου. BSB · 8

9

καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ. BSB · 9

10

Εἶπεν δὲ Μωυσῆς πρὸς Τύριον Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. BSB · 10

11

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν τίς ἔδωκεν στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ θεός; BSB · 11

12

καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι. BSB · 12

13

καὶ εἶπεν Μωυσῆς Δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς. BSB · 13

14

καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευείτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ. BSB · 14

15

καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ, καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε. BSB · 15

16

εκαὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἱστᾶι σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν. BSB · 16

17

καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν οὐτῇ τὰ σημεῖα. BSB · 17

18

Επορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν ’1οθὸρ Μωυσῇ Βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. BSB · 18

19

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιάμ Βάδιζε ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν. BSB · 19

20

ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ. BSB · 20

21

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυ, ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν. BSB · 21

22

σὺ δὲ ἐρεῖς τῷ Φαραώ τάδε λέγει κύριος Υἱὸς πρωτότοκός μου Ἰσραήλ· BSB · 22

23

εἶπα δέ σοι Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, δρᾶ οὖν, ἐγὼ ἀποκτέννω τὸν υἱόν σου τὸν πρωτότοκον. BSB · 23

24

Ἑγένετο ἐν τῇ ὁδῶ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Τυρίου, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. BSB · 24

25

καὶ λαβοῦσα ΣεπΦώρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσεν ἐσὲν πρὸς τοὺς πόδας εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. BSB · 25

27

Εἶπεν δὲ κύριος πρὸς Ἀαρών πορεύθητι εἰς συνάντησιν εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ,καὶ κατεφίλησαν ἀλλήλους. BSB · 27

28

καὶ ἀνήγγειλεν Μωυσῆς τῷ Ἀαρὼν πάντας τοὺς λόγους Τυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ ῥήματα ἃ ἐνετείλατο αὐτῷ. BSB · 28

29

ἐπορεύθη δὲ Μωυσῆς καὶ Ἀαρών, καὶ τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ. BSB · 29

30

καὶ ἐλάλησεν Ἀαρὼν ῥήματα ταῦτα ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ. BSB · 30

31

καὶ ἐπίστευσεν ὁ λαός, καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν· V BSB · 31


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX