← 39 | LXX Torah

Exodus 40

1

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 1

2

Ἑν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοὺ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου· BSB · 2

3

καὶ σκεπάσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου τῷ καταπετάσματι· BSB · 3

4

καὶ εἰσοίσεις τὴν τράπεζαν; καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς· BSB · 4

5

καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· BSB · 5

6

καὶ καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· ’φ’ καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. BSB · 6

7

καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. BSB · 7

8

καὶ χρίσεις τὸ θυσιαmήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη, BSB · 8

9

καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ὦσται ἅγιον τῶν ἁγίων. BSB · 9

10

καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι· BSB · 10

11

καὶ ἐνδύσεις τὰς στολὰς τὰς ἀγίας, καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτὸν μοι· BSB · 11

12

καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὖ. τοὺς χιτῶνας, BSB · 12

13

καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατίας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. BSB · 13

14

καὶ ἐποίησεν Μωσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριος, οὕτως ἐποίησεν. BSB · 14

15

Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων ἐξ Αἰγύπτου νουμηνίᾳ, ἐστάθη ἡ σκηνή· BSB · 15

16

καὶ ἔστησεν σκηνήν, καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς οτύλους· BSB · 16

17

καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τῆς σκηνῆς ωθεν, καθὰ συνέταξεν Κύριος τῷ Μωσῇ. BSB · 17

18

Καὶ τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν, καὶ ὑπέθηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, BSB · 18

19

καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 19

20

καὶ ἐπέθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς, BSB · 20

21

καὶ προέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι κυρίου, ὅν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ. BSB · 21

22

καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον, BSB · 22

23

καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 23

24

καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, BSB · 24

25

καὶ ἐθυσίασεν ἐπ’ αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 25

26

Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τῆς σκηνῆς, BSB · 26

27

καὶ καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιἀστηρίου· καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα. BSB · 27

28

Καὶ ἐκάλυψεν ἢ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης κυρίου ἐπλήσθη ἢ σκηνή· BSB · 28

29

καὶ οὐκ ἠδυνάσθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη, καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή. BSB · 29

30

ἡνίκα δ’ ἄν ἀνέβη ἀπὸ τῆς σκηνῆς ἡ νεφέλη, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· BSB · 30

31

εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας ἦς ἀνέβη ἡ νεφέλη. BSB · 31

32

νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέ καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτός, ἐναντίον παντὸς Ἰσραήλ, ἐν ταῖς ἀναζυγαῖς αὐτῶν. BSB · 32


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX