Exodus 8
1
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν· BSB · 1
2
εἰ δὲ μὴ βούλει σὺ ἐξαποατεῖλαι, ἰδοὺ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις. BSB · 2
3
καὶ ἐξερεύξεται ποταμὸς βατράχους· καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου, καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου· BSB · 3
4
καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι. BSB · 4
5
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπἰ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἔλη, καὶ ἀνάγαγε τοὺς βατράχους. BSB · 5
6
καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ Αἰγύπτου, καὶ ἀνήγαγεν τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βᾶ. τραχος, καὶ ἐκάλυψεν τὴν γῆν Αἰγύπτου. BSB · 6
7
ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς Φαρμακίαις αὐτῶν, καὶ γαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. BSB · 7
8
καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν καὶ ἐῖπεν Εῦξασθε περὶ ἐμοῦ πρὸς κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτοὺς καὶ θύσωσίν τῷ κυρίῳ. BSB · 8
9
εἶπεν δὲ Μωυσῆς πρὸς Φαραώ τάξαι πρὸς μὲ πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. BSB · 9
10
ὁ δὲ εἶπεν Εἰς αὔριον. οὖν Ὡς εἴρηκας· ἵνα ἴδῃς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν Κυρίου· BSB · 10
11
καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου· πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. BSB · 11
12
ἐξῆλθεν δὲ Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. BSB · 12
13
ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς, καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν· BSB · 13
14
καὶ συνήγαγον αὐτοὺς θιμωνιὰς θιμωνιάς, καὶ ὤζεσεν ἡ γῆ. BSB · 14
15
ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος. BSB · 15
16
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρών Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν ἡ Αἰγύπτου. BSB · 16
17
ἐξέτεινεν οὖν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖΦες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν· καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖΦες. BSB · 17
18
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς Φαρμακίαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖΦα, καὶ οὐκ ἠδύναντο· καὶ ἐγένοντο οἱ σκνῖΦες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. F BSB · 18
19
εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ Δάκτυλος θεοῦ ἐστὶν τοῦτο· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, ἐλάλησεν κύριος. BSB · 19
20
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λ’ατρεύσωσιν σὼς ἱν ἐν τῇ ἐρήμῳ· BSB · 20
21
ἐὰν δὲ μὴ βούλῃ ἐξαποστἑλͅαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἑπαποστἑλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης, 2 καὶ εἰς τὴν γῆν ἐφ’ ἧς εἰσὶν ἐπ’ αὐτῆς. BSB · 21
22
καὶ παραδοξάσω ἐν τῆ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γέσεμ, ἐφ’ ἧς ὁ λαός μου ἔπεστιν ἐπ’ αὐτῆς, ἐφ’ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια· ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τῆς γῆς. BSB · 22
23
καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τοῦτο ἐπὶ τῆς γῆς. BSB · 23
24
ἐποίησεν δὲ κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου· καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. BSB · 24
25
ἐκάλεσεν δὲ Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων Ἐλθόντες θύσατε τῷ θεῷ ὑμῶν ἐν τῇ γῇ. BSB · 25
26
καὶ εἶπεν Μωυσῆς Οὐ δυνατὸν γενέσθαι οὕτως τὸ ῥῆμα τοῦτο, τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. BSB · 26
27
ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον, καὶ θύσομεν τῷ θεῷ ἡμῶν καθάπερ εἶπεν κύριος ἡμῖν. BSB · 27
28
καὶ εἶπεν Φαραώ Ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ’ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον. BSB · 28
29
εἶπεν δὲ Μωυσῆς ὅδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν θεόν, καὶ ἀπελεύσεται ἀπὸ σοῦ ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστείλαι τὸν λαὸν θῦσαι κυρίῳ. BSB · 29
30
ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν· BSB · 30
31
ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς, καὶ περιεῖλεν τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατεκαι λείφθη οὐδεμία. BSB · 31
32
καὶ ἐβάρυνεν Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν. BSB · 32
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX