← 17 | LXX Torah | 19 →

Genesis 18

1

Ὤφθη δὲ αὐτῷ ὁ θεός πρὸς τῇ δρυὶ τῇ Μαμβρή καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. BSB · 1

2

ἀναβλἐψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἴδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἰστήκεισαν ἐράνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκη νῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν· BSB · 2

3

καὶ εἶπεν Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. BSB · 3

4

λημφθήτω δὴ ὕδωρ, καὶ νιψάτω τοὺς πόδας ὑμῶν· καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. BSB · 4

5

καἰ λήμψομαι ἄρτον, καὶ φάγεσθε· κα μετὰ τοῦτο παρε· λεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπεν οὕτως ποίησον καθὼς εἴρηκας. BSB · 5

6

καὶ ἔσπευσεν Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας. BSB · 6

7

καὶ εἰς τὰς βόας ἰδραμεν Ἀβραάμ, καὶ ἔλαβον μοσχάριον ἁπαλὸν καὶ καλόν, κα ἔδωκεν τῶ παιδί, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό. BSB · 7

8

ἑλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν, κα παρέθηκεν αὐτοῖς, καὶ ἐφάγοσαν· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον. BSB · 8

9

εἶρεν δὲ πρὸς αὐτόν Ηοῦ Σάρρα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἴδου ἐν τῇ σκηνῇ. BSB · 9

10

εἶρεν δέ Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἔξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ. BSB · 10

11

Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν· ἐξέλειπεν δὲ Σάρρᾳ γίνεσθαι τὰ γυνοίκια. BSB · 11

12

ἐγέλασεν δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. BSB · 12

13

καὶ εἶπεν Κύριος πρὸς Ἀβραάμ ὅτι ἐγέλασεν Σάρρα ἐν ἑαυτῇ λέγουσα Ἀρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα. BSB · 13

14

μἠ ἀδυνατεῖ παρὰ τῷ; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. BSB · 14

15

ἠρνήσατο δὲ Σάρρα λέρυσα Οὐκ ἐγέλασα· ἐφοβήθη γἀρ. γάρ. καὶ εἶπεν Οὐχί, ἀλλὰ ἐγέλασας. BSB · 15

16

Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων μαὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συνπροπέμπων αὐτούς. BSB · 16

17

ὀ δὲ κύριος εἶπεν Μἠ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου αἰ ἐγὼ ποιῶ; BSB · 17

18

Ἁβραάμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. BSB · 18

19

ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μεθ’ ἑαυτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησεν ἐπ’ αὐτόν. BSB · 19

20

εἶπεν δὲ Κύριος Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. BSB · 20

21

καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνταί· εἰ δὲ μή, ἵνα γνῶ. BSB · 21

22

Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον Κυρίου. BSB · 22

23

καὶ ἐίσας Ἀβραὰμ εἶπεν Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ δίκαιος ὡς ὁ ἀσεβής. BSB · 23

24

ἐὰν ὦσιν πεντήκοντα ἐν τῇ πόλει δίκαιοι, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; BSB · 24

25

μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; BSB · 25

26

εἶπεν δὲ κύριος Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούς. BSB · 26

27

καὶ ἀποκριθεὶς Ἀβραὰμ εἶπεν Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· BSB · 27

28

ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν ὅτι Οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσεράκοντα πέντε. BSB · 28

29

καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσεράκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω τῶν τεσσεράκοντα. BSB · 29

30

καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἔκει τριάκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα. BSB · 30

31

καὶ εἶπεν Ἐπειδὴ ἰχῶ λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. BSB · 31

32

καἰ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἄπαξ· ἐὰν δὲ εὑΟεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. BSB · 32

33

ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραάμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. BSB · 33


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX