Genesis 25
1
Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα. BSB · 1
2
ἔτεκεν δὲ αὐτῷ τὸν Ζεβρὰν καὶ τὸν Ἰεξὰν καὶ τὸν τὸν καὶ τὸν Μαδιάμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε. BSB · 2
3
Ἰεξάν δὲ ἐγέννησεν τὸν Σαβᾶν καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδάν· υἱοὶ δὲ Δαιδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσουρὶμ καὶ Λατουσιεὶμ καὶ Λοωμείμ· BSB · 3
4
υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἄφερ καὶ Ἑνὼχ καὶ Ἀβιρὰ καὶ Θεργαμά. οὗτοι πάντες ἦσαν υἱοὶ Χεττούρας. BSB · 4
5
ἔδωκεν δὲ Ἀβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· BSB · 5
6
καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἀβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. BSB · 6
7
ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἀβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβσομήκοντα πέντε ἔτη· BSB · 7
8
καὶ ἐκλείπων ἀπέθανεν Ἀβραὰμ ἐν γήρει καλῷ πρεσκαὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. BSB · 8
9
καὶ ν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ δύο υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σάαρ τοῦ ετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρή, BSB · 9
10
τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν αὐτοῦ. BSB · 10
11
ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ εὐλόγησεν ὁ θεὸς τὸν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῲκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς BSB · 11
12
Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ, ὃν Ἁγὰρ ἡ παιδίσκη Σάρρας τῷ Ἀβραάμ. BSB · 12
13
καὶ ταῦτα τὰ ὀνόματα σμαὴλ κατ’ ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἱσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ ασσὰμ BSB · 13
14
καὶ Μασμὰ καὶ Ἰδουμὰ καὶ Μασσὴ BSB · 14
15
καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κέδμα. BSB · 15
16
οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαήλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνος αὐτῶν. BSB · 16
17
καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ, ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. BSB · 17
18
κατῴκησεν δὲ ἀπὸ Εὑειλὰτ ἕως Σουήλ, ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν. BSB · 18
19
αὗται αἱ γενέσεις τοῦ υἱοῦ Ἀβραάμ· Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ. BSB · 19
20
ἦν δὲ ἐτῶν τεσσεράκοντα ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λαβὰν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα. BSB · 20
21
ἐδεῖτο δὲ Ἰσαὰκ κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ αὐτοῦ. BSB · 21
22
ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ Εἰ οὕτως μοι γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. BSB · 22
23
καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. BSB · 23
24
καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ τῇδε ἦν δίδυμα τῇ γαστρὶ αὐτῆς. BSB · 24
25
ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅ ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαύ. BSB · 25
26
καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἠσαύ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἐγέννησεν αὐτοὺς Ῥεβέκκα. BSB · 26
27
ηὐξήθησαν δὲ οἱ νεανίσκοι. καὶ ἦν Ἠσαὺ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. BSB · 27
28
ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἠσαύ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ. BSB · 28
29
Ἥχηαεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ Ἠσαὺ ἐκ τοῦ πεδίου ἐκλείπων. BSB · 29
30
καὶ εἶπεν Ἠσαὺ τῷ Ἰακώβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω ἐγώ· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. BSB · 30
31
εἶπεν δὲ Ἰακὼβτῷ Ἠσαύ Ἀπόδου μοι σήμερον τὰ πρωτοτοκεῖά σου ἐμοί. BSB · 31
32
εἶπεν δὲ Ἠσαύ Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καἰ ἵνα τί μοι ταῦτα τὰ πρωτοτοκεῖα; BSB · 32
33
καὶ εἶπεν αὐτῷ Ἰακώβ μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἠσαὺ τὰ πρωτοτῷ Ἰακώβ. BSB · 33
34
Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἠσαὺ ἄρτον καὶ ἕψεμα φακοῦ· καὶ ἔφαγεν καὶ ἔπειεν, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἠεσὺ τὰ π ρωτοτοκεῖα. BSB · 34
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX