← 26 | LXX Torah | 28 →

Genesis 27

1

Έγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· καὶ ἐκάλεσεν Ἠσαὺ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ Υἱἐ μου. καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ. ἐγώ. BSB · 1

2

καὶ εἶπεν Ἴδου γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελεmῆς μου· BSB · 2

3

νῦν οὖν λάβε τὸ σκεῦος, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν· BSB · 3

4

καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκόν μοι ἵνα φάγω· ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὸ τοῦ ἀποθανεῖν με. BSB · 4

5

Ῥεβέκκα δὲ ἤκουσεν λαλοῦντος Ἰσαὰκ πρὸς Ἠσαὺ τὸν υἱὸν αὐτοῦ· ἐπορεύθη δὲ Ἠσαὺ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ. BSB · 5

6

‘Ρεβέκκα δὲ εἶπεν πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω Ιδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἠσαὺ τὸν ἀδελφόν σου λέγοντος BSB · 6

7

Ἔνευκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα· ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με. BSB · 7

8

νῦν οὖν, υἱέ, ἄκουσόν μου καθὰ ἐγὼ ἐντέλλομαί σοι· BSB · 8

9

καὶ πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου ὡς φιλεῖ· BSB · 9

10

καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ Φάγεται· αἰ· ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. BSB · 10

11

εἶπεν δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ Ἔστιν Ἠσαὺ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος· BSB · 11

12

μή ποτε ψγλαφήσῃ με ὁ πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπ’ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν. BSB · 12

13

εἶπεν δὲ αὐτῷ ἡ Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου, πορευθεὶς ἔνεγκαί μοι. BSB · 13

14

πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. BSB · 14

15

καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἠσαὺ τοῦ υἱοῦ αὐτῆς τοῦ πρέσβυ. τέρου τὴν καλήν, ἣ ἦν παρ’ αὐτῇ ἐν τῷ οἴκῳ, καὶ ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· BSB · 15

16

καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ· BSB · 16

17

καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίησεν εἰς τὰς Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς. BSB · 17

18

καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ· εἶπ’ πάτερ μου· ὁ δὲ εἶπεν Ἴδου ἐγώ· τίς εἶ σύ, τέκνον; BSB · 18

19

καὶ εἶπεν ὁ υἱὸς αὐτοῦ τῷ πατρὶ αὐτοῦ Ἐγὼ Ἠσαὺ ὁ πρωτότοκός σου, καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. BSB · 19

20

εἶπεν δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ Τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν ὅ παρέδωκεν κύριος ὁ θεὸς ἐναντίον μου. BSB · 20

21

εἶπεν δὲ Ἰσαὰκ τῷ Ἰακώβ Ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἰ ὁ υἱός μου Ἠσαὺ ἢ οὔ. BSB · 21

22

ἤγγισεν δὲ Ιακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ· καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν Ἡ φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἠσαύ. BSB · 22

23

καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ’Hσαὺ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ ηὐλόγησεν αὐτόν. BSB · 23

24

καὶ εἶπεν Σὺ εἶ ὁ υἱός μου Ἠσαύ; ὁ δὲ εἶπεν Ἐγώ. BSB · 24

25

καὶ εἶπεν προσάγαγέ μοι καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτό, καὶ ἔφαγεν· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν. BSB · 25

26

καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ ἔγγισόν μοι καὶ φίλησόν με, τέκνον. BSB · 26

27

καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν Ἴδου ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὄν ηύλόγησεν κύριος, BSB · 27

28

καὶ δῲη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου. BSB · 28

29

καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνήσουσιν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλουημένος. BSB · 29

30

Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα τὸν Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἠσαὺ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας αὐτοῦ. BSB · 30

31

καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ· καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἀωαστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσει με ἡ ψυχή σου. BSB · 31

32

καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ τίς εἰ σύ; ὁ δὲ εἶπεν Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἠσαύ. BSB · 32

33

ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε εἰσελθεῖν, καὶ ηὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω. BSB · 33

34

ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἠσαὺ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν Ἠσαὺ φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν Εὐλόγησον δὴ κἀμέ, πάτερ. BSB · 34

35

εἶπεν δὲ αὐτῷ Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου. BSB · 35

36

καὶ εἶπεν Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτοκεῖά μου εἴληφεν, καὶ νῦν ν εὐλογίαν μου. καὶ εἶπεν Ἠσαὺ τῷ πατρὶ αὐτοῦ οὐχ μοι εὐλογίαν, πάτερ; BSB · 36

37

ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν τῶ Ἠσαύ Εἰ κύριον αὐτὸν ἐποίησά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὖ τοῦ ἐποίησα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον; BSB · 37

38

εἶπεν δὲ Ἠσαὺ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ Μὴ εὐλογία μία σοί ἐστιν, πάτερ; εὐλάγησον δὴ κἀμέ, πάτερ. BSB · 38

39

ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ὦσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν· BSB · 39

40

καὶ ἐπὶ τῇ μαχαίρῃ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. ἱστᾶι δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσειςτὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. BSB · 40

41

Καὶ ἐνεκότει Ἠσαὺ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλάγησεν ὁ πατὴρ αὐτοῦ· εἶπεν δὲ Ἠσαὺ ἐν τῇ διανοίᾳ αὐτοῦ Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἅδω φόν μου. BSB · 41

42

ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἠσαὺ τοῦ τοῦ πρεσβυτέρου· καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ ἰδοὺ Ἠσαὺ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε. BSB · 42

43

νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν ἀδελφόν μου εἰς Χαρράν· BSB · 43

44

καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, BSB · 44

45

ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. BSB · 45

46

Εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ Προσώχθικα τῆ ζωῇ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήμψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν XXVIII BSB · 46


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX