Genesis 37
1
Κατῴκει δὲ Ἰακὼβ ἐν τῇ γῇ οὖ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χανάαν. BSB · 1
2
αὗται δὲ αἱ γενέσεις Ἰακώβ. ἸωσὴΦ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν υἱῶν Βάλλας καὶ μετὰ τῶν υἱῶν ΖἐλΦας τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. BSB · 2
3
Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὓτι υἱὸς γήρους ἦν αὐτῷ· ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον. κίλον. BSB · 3
4
ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι αὐτὸν ἐφίλει ὁ πατὴρ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτόν, καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. BSB · 4
5
ἐνυπνιασθεὶς δὲ Ἰωσὴφ ἐνύπνιον αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ, BSB · 5
6
καὶ εἶπεν αὐτοῖς Ἀκούσατε τοῦ τούτου οὗ ἐνυπνιάσθην. BSB · 6
7
ᾤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ πεδίῳ· καὶ ἀνέστη τὸ ἐμὸν δρόγμα καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα. BSB · 7
8
εἶπαν δὲ αὐτῷ ἀδελφοί Μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν; καὶ προσέθεντο ἔηι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἓνεκεν τῶν ῥημάτων αὐτοῦ. BSB · 8
9
ἴδεν δὲ ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν ἰδοὺ ἐνυπνιάσθην ἐνύπνιον ἕτερον· ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. BSB · 9
10
καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; ἀρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; BSB · 10
11
ἐξήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· ὁ δὲ αὐτοῦ διετήρησεν τὸ ῥῆμα. BSB · 11
12
Ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχέμ. BSB · 12
13
καὶ εἶπεν πρὸς ’lωσήφ οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπεν δὲ αὐτῷ ἰδοὺ ἐγώ. BSB · 13
14
εἶπεν δὲ αὐτῷ Ἰσραήλ ΙΙορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβάτα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών. καὶ ἦλθεν εἰς Συχέμ. BSB · 14
15
καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανὠμἐνον ἐν τῷ πεδίῳ· ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων Τί ζητεῖς; BSB · 15
16
ὁ δὲ εἶπεν τοὺς ἀδελφούς μου ζητῶ· ἀπάγγειλόν μοι ποῦ βόσκουσιν. BSB · 16
17
εἶπεν δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων ΙΙορευθῶμεν εἰς Δωθόειμ. καὶ ἐπορεύθη ἸωσήΦ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ, καὶ εὗρεν αὐτοὺς εἰς Δωθάειμ. BSB · 17
18
πρόιδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτούς· καὶ ἐπορεύοντο ἀποκτεῖναι αὐτόν. BSB · 18
19
εἶπαν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· BSB · 19
20
νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ῥίψομεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἒστιν τὰ ἐνύπνια αὐτοῦ. BSB · 20
21
ἀκούσας δὲ Ῥουβὴν ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν. BSB · 21
22
εἶπεν δὲ αὐτοῖς Ῥουβὴν Μὴ ἐκχέητε αἷμα· ἐμβάλετε δὲ αὐτὸν εἰς ἕνα τῶν λάκκων τῶν ἐν τῆ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. BSB · 22
23
ἐγένετο δὲ ἡνίκα ἦλθεν ἸωσὴΦ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν τὸν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν, BSB · 23
24
καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος ἐκεῖνος ὕδωρ οὐκ εἶχεν. BSB · 24
25
ἐκάθισαιν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς ἴδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλεῖται ἤρχοντο ἐκ Γαλαὰδ, καὶ οἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥιτίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον. BSB · 25
26
εἶπεν δὲ Ἰούδας πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Τί χρήσιμον ἐὰν ἀποκ τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; BSB · 26
27
δεῦτε ἀποδώμέθᾳ αὐτὸν τοῖς Ἰσμαηλίτας τούτοις· αἱ δὲ χεῖρες ἐπ’ αὐτόν, ὃτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστίν. ’ ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ. BSB · 27
28
καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι οἱ ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν ἸωσὴΦ ἐκ τοῦ λάκκου· καὶ ἀπέδοντο τὸν Ἰωσὴφ τοῖς Ἰσμανλίταις εἴκοσι χρυσῶν· καὶ κατήγαγον τὸν ἸωσὴΦ εἰς Αἲγυπτον. BSB · 28
29
ἀνέστρεψεν δὲ Ῥουβὴν ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν ἸωσὴΦ ἐν τῷ λἀκκῳ. καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ. BSB · 29
30
καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ Τὸ παιδάρον οὐκ ἐστιν· ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι; BSB · 30
31
λαβόντες δὲ τὸν χιτῶνα τοῦ ἸωσὴΦ ἔσφαξαν ἔριφον αἰγῶν, καὶ ἐμόλυναν τὸν χιτῶνα καὶ BSB · 31
32
καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, καὶ εἶπαν τοῦτον εὕρομεν· ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ. BSB · 32
33
καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν Χιτὼν τοῦ υἱοῦ ἐστιν· θηρίον πονηρὸν κατέφαγεν αὐτόν, θηρίον ἥρπασεν τὸν ἸωσήΦ. BSB · 33
34
διέρρηξεν δὲ Ιακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας τινάς. BSB · 34
35
συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτόν· καὶ οὐκ ἤθελεν παρακαλεῖσθαι, λέγων ὂτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου· καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν ἸωσὴΦ εἰς Αἴγυπτον τῷ Πετρεφῇ σπάδοντι Φαραὼ ἀρχιμαγείρῳ. BSB · 35
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX