← 45 | LXX Torah | 47 →

Genesis 46

1

Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθον ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσεν ἐκεῖ θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. BSB · 1

2

εἶπεν δὲ ὁ θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακὼβ Ἰακώβ. ὁ δὲ εἶπεν Τί ἐστιν; BSB · 2

3

λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν οὐ· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον, εἰς γὰρ ἔθνος μέγα ἐκεῖ· BSB · 3

4

καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ ἸωσὴΦ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. BSB · 4

5

ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ἸωσὴΦ δρᾶι αὐτόν· BSB · 5

6

καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἢν ἐκτήσαντο ἐκ γῆς Χανάαν, καὶ εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ’ αὐτοῦ, BSB · 6

7

υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ. καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον. BSB · 7

8

Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν· BSB · 8

9

υἱοὶ δὲ Ῥουβήν· Ἑνὼχ καὶ Φαλλούδ, Ἁσρὼν καὶ Χαρμί. BSB · 9

10

υἱοὶ δὲ Συμέων· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἄωδ καὶ Ἰαχεὶμ καὶ Σάαρ καὶ Σαμουὴλ υἱὸς τῆς Χανανίτιδος. BSB · 10

11

υἱοὶ δὲ Λευί· Γηρσών, καὰθ καὶ Μεραρεί. BSB · 11

12

υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φάρες καὶ Ζάρα· ἀπέθανεν δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν· ἐγένοντο δὲ υἱοὶ Φάρες Ἁσρὼμ καὶ Ἰεμουήλ. BSB · 12

13

υἱοὶ δὲ Ἰσσαχόρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺφ καὶ Ζαμβράμ. BSB · 13

14

υἱοὶ δὲ Ζαβουλών· Σέρεδ καὶ Ἁσρὼν καὶ Ἁλοήλ. BSB · 14

15

οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκεν τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ αἱ θυγατέρες, τριάκοντα τρεῖς. BSB · 15

16

υἱοὶ δὲ Γάδ· Σαφῶν καὶ Ἁγγεὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδὶς καὶ Ἀροηδὶς καὶ Ἀροηλείς. BSB · 16

17

υἱοὶ δὲ Ἀσήρ· καὶ Ἰεσσαὶ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάαρ ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χόβωρ καὶ Μελχιήλ. BSB · 17

18

οὗτοι υἱοὶ Ζέλφας, ἢν ἔδωκεν Λαβὰν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ, δέκα BSB · 18

19

υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμείν. BSB · 19

20

ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετρεφῆ ἱερέως Ἡλίου πόλεως, τὸν Μαννασσὴ καὶ τὸν Ἐφράιμ. ἐγένοντο δὲ υἱοὶ Μαννασσή, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησεν τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφράιμ ἀδελφοῦ Μαννασσλη· Σουτάλααμ καὶ Τάαμ, υἱοὶ δὲ Σουτάλααμ· Ἐδέμ. BSB · 20

21

υἱοὶ δὲ Βενιαμείν· Βάλα καὶ Χόβωρ καὶ Ἀσβήλ. ἐγένοντο δὲ υἱοὶ Βαλὰ καὶ Νοεμὰν καὶ Ἀγχεὶς καὶ Ῥὼς καὶ Μαμφεὶν καὶ ‘oφιμίν· Γηρᾶ ἐγέννησεν τὸν Ἄραδ. BSB · 21

22

οὗτοι υἱοὶ Ῥαχὴλ οὓς ἐγέννησεν πᾶσαι ψυχαὶ δέκα ὀκτώ. BSB · 22

23

υἱοὶ δὲ Δάν· Ἁσόμ. BSB · 23

24

καὶ υἱοὶ Ἁσιὴλ καὶ Γωυνὶ καὶ Ἴσσααρ καὶ Συλλήμ. BSB · 24

25

οὗτοι υἱοὶ Βάλλας, ἢν ἔδωκεν Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἢ ἔτεκεν τούτους τῷ Ἰακώβ· πᾶσαι ψυχαὶ ἑπτά. BSB · 25

26

πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ. BSB · 26

27

υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε. BSB · 27

28

Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτῶν πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ’ Ἡρώων πόλιν εἰς γῆν Ῥαμεσσῆ. BSB · 28

29

ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ’ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσεν κλαυθμῷ πίονι. BSB · 29

30

καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπειδὴ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῆς. BSB · 30

31

εἶπεν δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐμ αὐτῷ Οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανάαν, ἥκασιν πρὸς μέ· BSB · 31

32

οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ βόας καὶ πάντα τὰ αὐτῶν ἀγιόχασιν. BSB · 32

33

ἐὰν οὑν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν Τί τὸ ἔργον ὑμῶν ἐστιν; BSB · 33

34

ἐπεῖτε Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γέσεμ Ἀραβίᾳ. βδέλυγμα γάρ ἐστιν Αἰγυπτίων πᾶς ποιμὴν προβάτων. BSB · 34


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX