Leviticus 22
1
Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 1
2
Εἰπὸν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραήλ, καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσίν μοι· ἐγὼ κύριος. BSB · 2
3
εἰπὸν αὐτοῖς Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος ὃς ἂν προσέλθῃ ἀπὸ τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ ἦ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ’ ἐμοῦ· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. BSB · 3
4
καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονορρυής, τῶν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ὧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, BSB · 4
5
ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου ὃ μιανεῖ αὐτόν, ἢ ἐπ’ ἀνθρώπῳ ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, BSB · 5
6
ψυχὴ ἥτις ἀν’ ἅψηται αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι BSB · 6
7
καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται· καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος ἐστὶν αὐτοῦ. BSB · 7
8
θνγσιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ κύριος. BSB · 8
9
καὶ τὰ φυλάγματά μου, ἵνα μ·ὴ λάβωσιν δι’ αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσιν δι’ αὐτό· ἐὰν δὲ βεβηλώσουσιν αὐτά, ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς. BSB · 9
10
Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια. BSB · 10
11
ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔνκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ. BSB · 11
12
καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν τοῦ ἁγίου οὐ φάγεται. BSB · 12
13
καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ἦν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς, ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται. καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ’ αὐτῶν. BSB · 13
14
καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ’ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον. BSB · 14
15
καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ, BSB · 15
16
καὶ ἐπάξουσιν ἐφ’ ἑαυτοὺς ἀνομίαν πλημμελίας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ ὁ ἁγιάζων αὐτούς. BSB · 16
17
Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 17
18
Λάλησον ’ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἢ τῶν υἱῶν τῶν λυτῶν τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ ὃς ἂν τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρέσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα, BSB · 18
19
δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν. BSB · 19
20
πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσιν κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. BSB · 20
21
καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ, διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. BSB · 21
22
τυφλὸν ἢ συντετριμμένον γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα, οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ’ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ. BSB · 22
23
καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ προσδεχθήσεται. BSB · 23
24
θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. BSB · 24
25
καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθαρτά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς· οὐ δεχθήσεται ὑμῖν. BSB · 25
26
Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 26
27
Μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα· τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα κυρίῳ. BSB · 27
28
καὶ μόσχον ἢ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς, οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ. BSB · 28
29
ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ, εἰσδεκτὸν ὑμῖν θύσετε αὐτό. BSB · 29
30
αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐκ ἀπολείψετε ἀπὸ εἰς τὸ πρωί· ἐγώ εἰμι Κύριος. BSB · 30
31
Καὶ φυλάξετε τὰς μου καὶ ποιήσετε αὐτάς. BSB · 31
32
καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς, BSB · 32
33
ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός· ἐγὼ κύριος. BSB · 33
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX