Numbers 10
1
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 1
2
Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἐλατὰς ἀργυρᾶς ποιήσεις σεαυτῷ· καὶ ἔσονταί σοι ἀνασυναγωγὴν καλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς. BSB · 2
3
καὶ σαλπίσεις ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· BSB · 3
4
ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες, ἀρχηγοὶ Ἰσραὴλ. BSB · 4
5
καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβαλοῦσαι ἀνατολάς· BSB · 5
6
καὶ σαλπιεῖτε σημασίαν σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν. BSB · 6
7
καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ. BSB · 7
8
καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. BSB · 8
9
ἐὰν; δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. BSB · 9
10
καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν· ἐγὼ κύριος ὁ Θεὸς ἑὸς ὑμῶν. BSB · 10
11
Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου, BSB · 11
12
καὶ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σεινά. καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. BSB · 12
13
καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ. BSB · 13
14
καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμειναδάβ· BSB · 14
15
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σεγάρ· BSB · 15
16
καὶ ἐπὶ τῆς δυνάμεως υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· BSB · 16
17
καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρεί, αἴροντες τὴν σκηνήν. BSB · 17
18
Καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισοὺρ υἱὸς Σεδιούρ· BSB · 18
19
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί. BSB · 19
20
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλεισὰφ ὁ τοῦ Ῥαγουήλ. BSB · 20
21
καὶ ἐξαροῦσιν οἱ υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια, καὶ στήσουσιν τὴν σκηνὴν ἕως παραγένωνται. BSB · 21
22
καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Ἐμιούδ· σὺν δυνάμει αὐτῶν· ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισαμὰ υἱὸς Ἐμιούδ· BSB · 22
23
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσὴ Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ· BSB · 23
24
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμεὶν Ἀβειδὰν ὁ τοῦ Γαδεωνεί. BSB · 24
25
Καὶ ἐξαροῦσιν τάγμα σὺν δυνάμει ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἀχιέζερ ὁ τοῦ Ἀμεισαδαί. BSB · 25
26
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἁσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· BSB · 26
27
καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν. BSB · 27
28
αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραὴλ, καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν. BSB · 28
29
Καὶ εἶπεν Μωυσὴς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανείτῃ τῷ γαμβρῷ Μωυσῆ Ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπεν κύριος τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ’ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὃτι κύριος ἐλάλησεν καλὰ περὶ Ἰσραὴλ. BSB · 29
30
καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου. BSB · 30
31
καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ εἳνεκεν ἦσθα μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης· BSB · 31
32
καὶ ἱστᾶι ἐὰν πορευθῇς μεθ’ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν. BSB · 32
33
Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους Τυρίου ὁδὸν τριῶν ἡμερῶν· κοὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν, κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. BSB · 33
34
καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ’ αὐτοῖς ἡμέρας καὶ ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. BSB · 34
35
καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς Ἐξεγέρθητι Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. BSB · 35
36
καὶ ἐν τῇ καταπαύσει εἶπεν Ἐπίστρεφε, κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραὴλ. BSB · 36
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX