Numbers 12
1
Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν. BSB · 1
2
καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; καὶ ἤκουσεν κύριος. BSB · 2
3
καὶ ὁ ἄνθρωπος Μωυσῆς πραὺς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. BSB · 3
4
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Μαριὰμ καὶ Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. BSB · 4
5
καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριάμ, καὶ ἐξήλθοσαν ἀμφότεροι. BSB · 5
6
καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται π ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ αὐτῷ. BSB · 6
7
οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς· ἐν ὅλῳ τ πιστός ἐστιν· BSB · 7
8
στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ; BSB · 8
9
καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ’ αὐτοῖς, καὶ ἀπῆλθεν. BSB · 9
10
καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. καὶ ἐπέβλεψεν Ἀαρὼν ἐπὶ Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα. BSB · 10
11
καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν Δέομαι, κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, ἠγνοήσαμεν καθότι ἡμάρτομεν· BSB · 11
12
γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός· κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. BSB · 12
13
καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων Ὁ θεός, δέομαί σου, ἴασαι αὐτήν. BSB · 13
14
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ· αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται. BSB · 14
15
καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μαριάμ. BSB · 15
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX