Numbers 14
1
Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκεν φωνῇ, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην. BSB · 1
2
καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γῆ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν· BSB · 2
3
καὶ ἵνα τί κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον. BSB · 3
4
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον. BSB · 4
5
καὶ ἔπεσεν Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, BSB · 5
6
Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφοννὴ τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν, BSB · 6
7
καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστιν σφόδρα σφόδρα· BSB · 7
8
δεῖ αἱρετίζει ἡμᾶς κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν ἣτις γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι. BSB · 8
9
ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστίν· ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς. BSB · 9
10
καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτούς. καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ. BSB · 10
11
Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἓως τίνος παροξύνει με ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς BSB · 11
12
πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο. BSB · 12
13
καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον Καὶ ἀκούσεται Αἲγυπτος, ὅτι ἤγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν· BSB · 13
14
ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἔπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὃστις ὀφθαλμοῖς κατ᾿ ὀφθαλμοὺς ὀπτάζῃ, Κύριε. καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ᾿ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης συνπορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα. BSB · 14
15
καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσιν τὰ ἔθνη ὃσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες BSB · 15
16
Παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. BSB · 16
17
καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου, Κύριε, ὃν τρόπον εἶπας λέγων BSB · 17
18
Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης. BSB · 18
19
ἂφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἳλεως αὐτοῖς ἐγένου ἀπ᾿ Αἰγύπτου ἕως τοῦ νῦν. BSB · 19
20
καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου· BSB · 20
21
ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. BSB · 21
22
ὃτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς, BSB · 22
23
εἰ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· ἀλλ᾿ ἢ τὰ τέκνα αὐτῶν ἃ ἐστιν μετ᾿ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν· πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν. BSB · 23
24
ὁ δὲ παῖς μου Χαλέβ, ὃτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέν μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· BSB · 24
25
αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθρόν. BSB · 25
26
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων BSB · 26
27
Ἓως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ· τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα. BSB · 27
28
εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει κύριος, εἰ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν· BSB · 28
29
ἦέν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ’ ἐμοί· BSB · 29
30
εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ’ ἢν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ’ αὐτῆς, ἁλλ’ ἢ Χαλὲβ υἱὸς ἡ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. BSB · 30
31
καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρθαι, θαι, εἰσάξω εἰς τὴν γῆν, καὶ κληρονομήσουσιν τὴν γῆν ἢν ὑμεῖς ἀπέστητε ἀπ’ αὐτῆς. BSB · 31
32
καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ· BSB · 32
33
οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ. BSB · 33
34
κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσεράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσεράκοντα ἔτη, καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου. BSB · 34
35
ἐγὼ Κύριος ἐλάλησα, εἰ μὴ οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ’ ἐμέ· ἐν τῆ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται. BSB · 35
36
καὶ οἱ ἂνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατ’ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς, BSB · 36
37
καὶ ἀπέθανον οἱ ανθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι Κυρίου· BSB · 37
38
κοὶ Ἰησοῦς υἱὸς Ναυὴ καὶ Χαλὲβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν. BSB · 38
39
Καὶ ἐλάλησεν Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα. BSB · 39
40
καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν κύριος, ὅτι ἡμάρτομεν BSB · 40
41
καὶ εἶπεν ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ οὐκ εὔοδα ὒ BSB · 41
42
μὴ ἀναβαίνετε, οὐ γάρ ἐστιν κύριος μεθ’ ὑμῶν, καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν. BSB · 42
43
ὃτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ· οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες κυρίῳ, καὶ οὐκ ἔσται κύριος ἐν ὑμῖν. BSB · 43
44
καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρ’ ἐμβολὴ BSB · 44
45
καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐνκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμᾶν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν. BSB · 45
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX