← 22 | LXX Torah | 24 →

Numbers 23

1

Καὶ εἶπεν Βαλαὰμ τῴ Βαλάκ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. BSB · 1

2

καὶ ἐποίησεν Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. BSB · 2

3

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλέκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει· καὶ ῥῆμα ὅ ἐάν μοι δείξη ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ· καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεόν, καὶ ἐπορεύθη εὐθεῖαν. BSB · 3

4

καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλαάμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. BSB · 4

5

καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς στόμα Βαλαὰμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτως λαλήσεις. BSB · 5

6

καὶ ἀπεστράφη αὐτόν· καὶ ὅδε ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα ἐπ’ αὐτῷ· BSB · 6

7

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπ’ ἀνατολῶν, λέγων Δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ; BSB · 7

8

τί ἀράσωμαι ὃν μὴ καταρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός; BSB · 8

9

ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτόν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. BSB · 9

10

τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ; καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. BSB · 10

11

καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. BSB · 11

12

καὶ Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ μου, τοῦτο φυλάξω λαλῆσαι; BSB · 12

13

καὶ εἶπεν πρὸς αὐτὸν Βαλάκ Δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψη, πάντας δὲ οὐ μὴ ἴδῃς· καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. BSB · 13

14

καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν Λελαξευμένου, καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμούς, καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. BSB · 14

15

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. BSB · 15

16

καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλάκ, καὶ τάδε λαλήσεις. καὶ ἀπεστράφη πρὸς αὐτόν· BSB · 16

17

ὁ δὲ ἐφιστήκει ἐπὶ τῆς αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. αὐτῷ Βαλὰκ Ti ἐλάλησεν κύριος; BSB · 17

18

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι Βαλάκ, καὶ ἄκουε. ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ. BSB · 18

19

οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; BSB · 19

20

ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἁποστρέψω. BSB · 20

21

οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. BSB · 21

22

θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αὐγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. BSB · 22

23

οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ. κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτελέσει ὁ θεός. BSB · 23

24

ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. BSB · 24

25

καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Οὔτε κατάραις καταράσῃ μοι αὐτόν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. BSB · 25

26

καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπεν τῳ Βαλάκ οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο, ποιήσω; BSB · 26

27

καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. BSB · 27

28

καὶ παρέλαβεν Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογώρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον. BSB · 28

29

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. BSB · 29

30

καὶ ἐποίησεν Βαλὰκ καθάπερ εἶπεν αὐτ£√ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. XXIV BSB · 30


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX