Numbers 22
1
καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρεν.έβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατ’ ἁ Ἰερειχώ. BSB · 1
2
Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῶ BSB · 2
3
Ἀμορραίῳ, καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. καὶ προσώχθισεν Μωὰβ ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. BSB · 3
4
καὶ εἶπεν Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ Νῦν ἐκλίξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλίξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. BSB · 4
5
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθού̣ρα, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς· καὶ οὗτος ἐνκάθηται ἐχόμενός μου. BSB · 5
6
καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς, ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται. BSB · 6
7
καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν· κοὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ. BSB · 7
8
καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἐὰν λαλήσῃ κύριος πρὸς μέ. καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. BSB · 8
9
καὶ ἦλθεν ὁ θεὸς παρὰ Βαλαὰμ καὶ εἶπεν αὐτῷ Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί; BSB · 9
10
καὶ Βαλαὰμ πρὸς τὸν θεόν Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ πρὸς μὲ λέγων BSB · 10
11
Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ε’νκάθηται μου· καὶ νῦν δεῦρο ἄρασαι μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. BSB · 11
12
καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλαάμ Οὐ πορεύσῃ μετ’ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος. BSB · 12
13
καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλάκ Ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ’ ὑμῶν. BSB · 13
14
καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν Οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν. BSB · 14
15
καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων. BSB · 15
16
καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ Ἀξιῶ σ.ε, μὴ ὀκνήσῃς ἐλθεῖν πρὸς μέ· BSB · 16
17
ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. BSB · 17
18
καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπεν τοῖς ἄρχουσιν βαλάκ Ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου. BSB · 18
19
καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρὸς μέ. BSB · 19
20
καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ Εἰ καλέοαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τό ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ, τοῦτο ποιήσεις. BSB · 20
21
καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ. BSB · 21
22
καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ. BSB · 22
23
καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῆ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ αὐτῆς καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ, τοῦ εὐθῦναι αὐτὴν ἐν τῆ ὁδῷ. BSB · 23
24
καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· BSB · 24
25
καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν αὐτὸν πρὸς τὸν τοῖχον, καὶ ἀπέθλιψεν τὸν πόδα Βαλαάμ, καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. BSB · 25
26
καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἢν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν. BSB · 26
27
καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τ·οῦ θεοῦ συνεκάθιδεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ. BSB · 27
28
καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ Tt ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον; BSB · 28
29
καὶ εἶπεν Βαλαὰμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῆ χειρί, ἤδη ἂν ἐξεκέντησά σε. BSB · 29
30
καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν Οὐχί. BSB · 30
31
ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ κύψας προσεκύνησεν τῷ πω αὐτοῦ. BSB · 31
32
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου. BSB · 32
33
καἰ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἑξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δὲ περιεποιησάμην. BSB · 33
34
καὶ εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῆ ὁδῷ εἰς συνόντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι. BSB · 34
35
καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλαάμ Συνπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βακλακ. BSB · 35
36
καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωάβ, ἥτις ἐπὶ τῶν ὁρίων Ἀρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. BSB · 36
37
καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρὸς μέ; οὐ δυνήσομαι ὄντως τιμῆσαί σε; BSB · 37
38
καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ ἰδοὺ ῆκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. BSB · 38
39
καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς Πόλεις ἐπαύλεων. BSB · 39
40
καὶ ἔθυσεν Βαλὰκ πρόβατα καὶ μόσχους, καὶ ἀπέστειλεν τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. BSB · 40
41
καὶ ἐγενήθη πρωί, καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βάαλ, καὶ ἔδειξεν αὐτῶ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ. BSB · 41
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX