Numbers 21
1
Καὶ ἤκουσεν ὁ Xανανείς, βασιλεὺς Ἀράδ, ὁ κατοικῶν κατὰ τὴν ἔρημον· ἦλθεν γὰρ Ἰσραὴλ ὁδὸν Ἀθαρείν· καὶ ἐπολέμησεν πρὸς Ἰσραήλ, καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν. BSB · 1
2
καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Τυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. BSB · 2
3
καὶ εἰσἠκουσεν κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκεν τὸν χανανεὶ αὐτοῦ· καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ, καὶ ἐπ’ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα. BSB · 3
4
Καὶ ἀπάραντες ἐξ Ὣρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. BSB · 4
5
καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες Ἵνα τί τοῦτο ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ. BSB · 5
6
καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν· καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. BSB · 6
7
καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι Ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶ Μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ. BSB · 7
8
καὶ εἶπεν κύριος πρὸς Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου· καὶ ἔσται ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. BSB · 8
9
καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ BSB · 9
10
καὶ ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ, καὶ παρενέβαλον ἐν Ὠβώθ. BSB · 10
11
καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον ἐν χαλγαεὶ ἐκ τοῦ πέραν, ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωὰβ κατὰ ἀνατολὰς ἡλίου. BSB · 11
12
ἐκεῖθεν ἀπῆραν, καὶ παρενέβαλον εἰς φάραγγα Ζάρετ. BSB · 12
13
ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ’ ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστιν γὰρ Ἀρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου. BSB · 13
14
διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ κυρίου τὴν Ζωὸβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Ἀρνών· BSB · 14
15
καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ἤρ, καὶ πρόσκειται τοῖ, ὁρίοις Μωὰβ. BSB · 15
16
καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο φρέαρ ὃ εἶπεν Κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. BSB · 16
17
τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος Ἐξάρχετε αὐτῷ· BSB · 17
18
φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν. ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· BSB · 18
19
καὶ ἀπὸ μανθαναεὶν εἰς μαναήλ· καὶ ἀπὸ μαναὴλ εἰς Βαμώθ. BSB · 19
20
καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου. BSB · 20
21
καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορεἰρηνικοῖς ραίων λόγοις εἰρηνικοῖς λέγων BSB · 21
22
Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου. BSB · 22
23
καὶ οὐκ ἔδωκεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθεν παρατάξασθαι Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Εἴσσα, καὶ παρετάξατο τῷ Ἰσραήλ. BSB · 23
24
καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρης, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνὼν ἕως Ἰαβόκ, ἔως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμών ἐστιν. BSB · 24
25
καὶ ἔλαβεν Ἰσραὴλ πάσας τἀς πόλεις ταύτας· καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων, ἐν Ἑσεβὼν καὶ ἐν πάσαις ταῖς συνκυρούσαις αὐτῇ. BSB · 25
26
ἔστιν γὰρ Ἑσεβών, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων ἐστιν· καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωὰβ τὸ πρότερον, καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν. BSB · 26
27
δία τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἑσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. BSB · 27
28
ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἑσεβών, φλὸξ ἐκ πόλεως Σηών· καὶ κατέφαγεν ἕως Μωάβ, BSB · 28
29
Οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασώζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι, τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών. BSB · 29
30
καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἑσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ. BSB · 30
31
κατῴκησεν δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων. BSB · 31
32
καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα κοῦντα ἐκεῖ. BSB · 32
33
καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς βασᾶν. καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς βασᾶν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδράειν. BSB · 33
34
καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. κα ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν. BSB · 34
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX