Numbers 25
1
Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σάττειν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς Θυγατέρας Μωάβ. BSB · 1
2
καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔψαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν, BSB · 2
3
καὶ ἐτελέσθη ᾿Ισραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ κύριος τῷ ᾿Ισραήλ. BSB · 3
4
καὶ εἶπεν τῷ Μωυσῇ Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παρααὐτοὺς Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ ᾿Ισραήλ. BSB · 4
5
καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς ᾿Ισραήλ Αποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ ΒεελΦεγώρ. BSB · 5
6
καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανεῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. BSB · 6
7
καὶ ἰδὼν Φεινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ BSB · 7
8
εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν ᾿Ισραηλείτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν ᾿Ισραήλ. BSB · 8
9
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες. BSB · 9
10
Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 10
11
Φινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν ᾿Ισραήλ ἐν τῷ τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ζήλῳ μου. BSB · 11
12
οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, BSB · 12
13
καὶ ἔσται αὐτῶ καὶ τῶ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατίας αἰωνία, ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ᾿Ισραήλ. BSB · 13
14
τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου τοῦ ὅς ἐπλήγη μετὰ τῆς Μαδιανείτιδος, Ζαμβρεί, υἱὸς Σαλμών, οἴκου πατριᾶς τῶν Συμεών· BSB · 14
15
καὶ ὄνομα τῇ γυναικὶ τῆ είτιδι τῇ πεπληγυίᾳ Χασβεί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους ᾿Ομμόθ· οἴκου πατριᾶς ἐστιν τῶν Μαδιάν. BSB · 15
16
καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων BSB · 16
17
᾿Εχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, BSB · 17
18
ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα; δολιοῦσιν ὑμᾶς διὰ Φογώρ, κα διὰ Χασβεὶ θυγατέρα ἄρχοντος Μαδιὰν ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῆ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ. BSB · 18
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX