← 6 | LXX Torah | 8 →

Numbers 7

1

Καὶ ἐγένετο ἧ ἡμέρα συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη ἀυτῆς κὰ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν ἀυτὰ καὶ ἡγίασεν αὐτά· BSB · 1

2

κα προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, ιβ΄ ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς· BSB · 2

3

καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι κυρίου, ἐξ ἁμάξας λαμπηνικὰς καὶ ιβ΄ βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκήνης. BSB · 3

4

καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν λέγων BSB · 4

5

Λάβε παρ’ αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ δώσεις αὐτὰ τοῖς Λευείταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. BSB · 5

6

καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς us. BSB · 6

7

τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρες βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, BSB · 7

8

καὶ τὰς τέσσαρες ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρεὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἴε ἱερέως. BSB · 8

9

καὶ τοῖς υἰοῖς καὰθ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔ χοῦσιν· ἐπ’ ὤμων ἀροῦσιν. σιν. BSB · 9

10

καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ἧ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου. BSB · 10

11

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ’ ἡμέραν, ἄρχων καθ’ ἡμέραν, προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. BSB · 11

12

καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμειναδάβ, ἄρχων τῆς φυλῆς Ἰούδα. BSB · 12

13

καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν,’ τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 13

14

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 14

15

μόσχον ἕνα ἐκ βοῶν καὶ κριὸν ἔνα, ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 15

16

καὶ ἑ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 16

17

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο καὶ κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναασσὼν υἱοῦ Ἀμειναδάβ. BSB · 17

18

Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναὴλ υἱὸς Σωγάρ, ἄρχων τῆς φυλῆς Ἰσσαχάρ. BSB · 18

19

καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 19

20

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·’ BSB · 20

21

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 21

22

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 22

23

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ. BSB · 23

24

Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλών, Ἐλιὰβ υἱὸς Χαιλών. BSB · 24

25

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάτεσσαρας κοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 25

26

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 26

27

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 27

28

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 28

29

καὶ εἰς ἐνιαυσίας τοῦτο τὸ δῶρον Ἐλιὰβ υἱοῦ Χαιλών. BSB · 29

30

Τῇ ἡμέρᾳ τῇ Τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ῥουβήν, Ἐλισοὺρ υἱὸς Ἐδισούρ. BSB · 30

31

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω εἰς θυσίαν· BSB · 31

32

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 32

33

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα. BSB · 33

34

καὶ ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 34

35

καὶ εἰς θυσίαν σωτηρίου δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλισοὺρ υἱοῦ Σεδιούρ. BSB · 35

36

Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. BSB · 36

37

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 37

38

θυσίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 38

39

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 39

40

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 40

41

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί. BSB · 41

42

Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γάδ, Ἐλεισὰφ υἱὸς Ῥαγουήλ. BSB · 42

43

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 43

44

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 44

45

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 45

46

καὶ χίμαρον ἐξ αἰγῶν ἵνα περὶ ἁμαρτίας· BSB · 46

47

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλεισὰφ υἱοῦ Ῥαγουήλ. BSB · 47

48

Τῇ ἡμέρα τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφράιμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. BSB · 48

49

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἔν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 49

50

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 50

51

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, αμνον ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα. BSB · 51

52

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 52

53

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλεισαμὰ υἱοῦ Ἐμιούδ. BSB · 53

54

Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσή. Γαμαλιὴλ υἱὸς Φαδασσούρ. BSB · 54

55

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 55

56

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 56

57

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 57

58

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 58

59

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοῦ Φαδασσούρ. BSB · 59

60

Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμείν, Ἀβειδὰν υἱὸς Γαδαιωνεί. BSB · 60

61

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 61

62

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. BSB · 62

63

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 63

64

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. BSB · 64

65

καὶ εἰς θυσίαν ῥίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβειδὰν υἱοῦ Γαδεωνεί. BSB · 65

66

Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμεισαδαί. BSB · 66

67

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 67

68

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 68

69

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 69

70

καὶ χίμαρον ἐξ αἰγῶν ἓνα περὶ ἁμαρτίας· BSB · 70

71

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιέζερ υἱοῦ Ἀμεισαδαί. BSB · 71

72

Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν. BSB · 72

73

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· BSB · 73

74

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 74

75

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 75

76

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 76

77

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν. BSB · 77

78

Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλεί, Ἀχειρὲ υἱὸς Αἰνάν. BSB · 78

79

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. BSB · 79

80

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· BSB · 80

81

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· BSB · 81

82

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· BSB · 82

83

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχειρὲ υἱοῦ Αἰνάν. BSB · 83

84

Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ἧ ἡμέρᾳ ἔχρισεν αὐτὸ παρὰ τῶν υἱῶν Ἰσραήλ· τρύβλια ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ ιβ΄, θυίσκαι Χρυσαῖ ιβ΄, BSB · 84

85

τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρύβλιον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι, ἐν τῷ σίκλῳ τῶν ἁγίων BSB · 85

86

θυίσκαι χρυσαῖ δώδεκα, πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. BSB · 86

87

πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν μόσχοι ιβ΄, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι ιβ΄, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας. BSB · 87

88

πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες· καὶ κριοὶ ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι, τράγοι ἑξήκοντα. αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρίσαι αὐτόν. BSB · 88

89

ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ, καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὃ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο Χερουβείμ· καὶ ἐλάλει πρὸς αὐτόν. BSB · 89


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX