← 2 | LXX Torah | 4 →

Deuteronomy 3

1

Καὶ στραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς βασᾶν· καὶ ἐξῆλθεν Γὼγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ. BSB · 1

2

καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. BSB · 2

3

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ὅγ’ βασιλέα τῆς βασᾶν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. BSB · 3

4

καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ συνκυροῦντα Ἀργὸβ βασιλέως Ὢγ ἐν βασᾶν· BSB · 4

5

πᾶσαι πόλεις ὀχυραί, ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. BSB · 5

6

ἐξωλεθρύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἑσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία BSB · 6

7

καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. BSB · 7

8

καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνῶν καὶ ἕως Αερμών· ἐπονομάζουσιν τὸ Ἁερμὼν Σανιώρ, BSB · 8

9

καὶ ὁ Ἀμορραῖος αὐτὸ Σανείρ· BSB · 9

10

πᾶσαι πόλεις Μεισώρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα βασᾶν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ ὅγ’ ἐν τῇ βασᾶν· BSB · 10

11

ὅτι πλὴν Ὢγ βασιλεὺς βασᾶν κατελείφθη ὑπὸ τῶν Ραφαείν. ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἄμμων· ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος, ἐν πήχει ἀνδρός. BSB · 11

12

καὶ καὶ τὴν γῆν ἐκείνην ἐπρονομεύσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαὰδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῶ Ρουβὴν καὶ τῷ Γόδ. BSB · 12

13

καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν Ἀργόβ, πᾶσαν γῆν βασᾶν ἐκείνην, γῆ Ῥαφαεὶν λογιπερίχωρον BSB · 13

14

καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν περίχωρον ἕως τῶν ὁρίων Γαρτασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασσεμὰθ Αὑὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης. BSB · 14

15

καὶ τῶ Μαχεὶρ εδωκα τὴν Γαλαάδ. BSB · 15

16

καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνῶν, καὶ ἕως τοῦ Ἰαβόκ· BSB · 16

17

ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· καὶ ἡ Ἄραβά καὶ ὁ Ἰορδάνης, ὅριον Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἀλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν. BSB · 17

18

Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός. BSB · 18

19

πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν· BSB · 19

20

ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ ἢν ἔδωκα ὑμῖν. BSB · 20

21

καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἠμῶν πάσας τὰς βασιλείας ἐφ’ ἃς σὺ διαβαίνεις ἐκεῖ· BSB · 21

22

οὐ φοβηθήσῇ, ὅτι κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμεῖ περὶ περὶ ὑμῶν. BSB · 22

23

καὶ ἐδεήθην ἐναντίον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων BSB · 23

24

Κύριε ὁ θεός, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου; BSB · 24

25

διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. BSB · 25

26

καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέν μου· καὶ εἶπεν Κύριος πρὸς μέ Ικανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. BSB · 26

27

ἀνάβηθι ἐπὶ κορυφῇ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θἁλασσαν καὶ βορρᾶν καὶ λίβα κα ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου. ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. BSB · 27

28

καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτόν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὖ τὴν γῆν ἣν ἑώρακας. BSB · 28

29

καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ. BSB · 29


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX