← 3 | LXX Torah | 5 →

Deuteronomy 4

1

Καὶ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ κληρονομήσητε τὴν γῆν ἢν κύριος ὁ θεὸς τῶν πατέρων ἱν. BSB · 1

2

οὐ προσθήσεσθε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ’ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. BSB · 2

3

οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ θεὸς ὑμῶν ἐξ ἡμῶν· BSB · 3

4

ὑμεῖς δὲ οἱ προσκείμένοι κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον. BSB · 4

5

ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἢν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν. BSB · 5

6

καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν Ἴδου λαὼ σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο. BSB · 6

7

ὅτι ποῖον ἔθνος μέγα ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων αὐτοῖς ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα,. BSB · 7

8

καὶ ποῖον ἔθνος μέγα ᾧ ἐστὶν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον ὃν ἐγὼ δίδωμι ὑμῖν σήμερον; BSB · 8

9

πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· BSB · 9

10

ἡμέραν ἢν ἔστητε ἐναντίον Κυρίου τοῦ θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν Κύριος πρὸς μέ Ἐκκλησίασον πρὸς μὲ τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ υ, ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσιν. BSB · 10

11

καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη. BSB · 11

12

καὶ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν· BSB · 12

13

καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ῥήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας. BSB · 13

14

καὶ μοὶ ἐνετείλατο κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν αὐτὰ ὑμᾶς ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν. BSB · 14

15

καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῆ ἡμέρᾳ ᾗ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν Χωρήβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός· BSB · 15

16

μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, BSB · 16

17

ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ ὃ πέταται ὑπὸ τὸν οὐρανόν, BSB · 17

18

ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ἅ ἐστιν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· BSB · 18

19

καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἅστε ῥᾶς καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμεν κύριος ὁ θεός σου αὐτὰ πᾶσιν τοῖς ἔθνεσιν τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. BSB · 19

20

ὑμᾶς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῶ λαὸν εὔκληρον ὡς ἐν τῇ ἡμέρα ταύτῃ. BSB · 20

21

καὶ κύριος ἐθυμώθη μοι περὶ τῶν λενομένων ὑφ᾿ τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν ἢν Κύριος ὁ θεός σου σοι ἐν κλήρῳ. BSB · 21

22

ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίτὸν Ἰορδάνην· ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν αὐτὴν. BSB · 22

23

προσέχετε ὑμῖν, μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ποιήσητε ὑμῖ γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξεν κύριος ὁ θεός σου. BSB · 23

24

ὅτι κύριος ὁ θεός σου πῦρ καταναλίσκον ἐστίν, θεὸς ζηλωτής. BSB · 24

25

᾿Εὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, κα ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν. BSB · 25

26

διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλίᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ’ αὐτῆς, ἀλλ’ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε. BSB · 26

27

καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν εἰς εὶς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ. BSB · 27

28

καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὔτε μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν. BSB · 28

29

καὶ ἐκεῖ Κύριον τὸν θεὸν ἡμῶν, καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς κορδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῆ θλίψει σου. BSB · 29

30

καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς αὐτοῦ· BSB · 30

31

ὅτι θεὸς οἰκτείρμων κύριος ὁ θεός σου, οὐκ ἐνκατασε οὐδέ μὴ ἐκτρίψει σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου ἢν ὤμοσεν αὐτοῖς. BSB · 31

32

ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο· BSB · 32

33

εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας· BSB · 33

34

εἰ ἐπείρασεν ὀ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις, κατὰ πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιον σου βλέποντος· BSB · 34

35

ὥστε εἰδῆσαί σε ὅτι κύριος ὁ θεός σου, οὗτος θεός ἐστιν, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. BSB · 35

36

ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἕλιξέν σοι τὸ πυρ’ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός. BSB · 36

37

διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’ αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῆ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου, BSB · 37

38

καὶ ἐξολεθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε, δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον. BSB · 38

39

καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῆ διανοίᾳ, ὅτι Κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῶ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ· BSB · 39

40

καὶ φυλάξασθε τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας. BSB · 40

41

Τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰοροδάνου ἀπὸ ἀνατολῶν ἡλίου, BSB · 41

42

φεύγειν ἐκεῖ τὸν φονευτὴν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης· κα καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων, καὶ ζήσεται· BSB · 42

43

τὴν Βόσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ῥουβήν, καὶ τὴν Ῥαμώθ ἐν Γαλαὰδ τῷ Γαδδεί, καὶ τὴν Γαυλῶν ἐν βασᾶν τῶ Μανασσή. BSB · 43

44

Οὑτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ· BSB · 44

45

ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, BSB · 45

46

ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών, οὓς ἐπάταξεν Μωσῆς καίοι υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου. BSB · 46

47

καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Γώγ βασιλέως τῆς βασᾶν, δύο βασιλέων τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου· BSB · 47

48

ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ ἰπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἁερμών, BSB · 48

49

πᾶσαν τὴν Ἀραβὰ πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου ἀπὸ Ἀσηδὼθ τὴν λαξευτήν. BSB · 49


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX