Deuteronomy 32
1
XXXII καὶ ἀκουέτω ἡ γῆ ῥήματα ἐκ στόματός μου. BSB · 1
2
προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου· ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον BSB · 2
3
ὄτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ θεῷ BSB · 3
4
θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· θεὸ πιστός, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος BSB · 4
5
ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα, μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη. BSB · 5
6
ταῦτα Κυρίῳ ἀνταποδίδοτε οὕτω. λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέν σε; BSB · 6
7
μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεῶν γενεαῖς. ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι. BSB · 7
8
ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν δρία ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. BSB · 8
9
καὶ ἐγενήθη μερὶς Τυρίου λαὸς αὐτοῦ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. BSB · 9
10
αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐν δίψει καύματος, ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν, καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ. BSB · 10
11
ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. BSB · 11
12
Κύριος μόνος ἦγεν αὐτούς, οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος. αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, BSB · 12
13
ἀνεβίβασεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας· BSB · 13
14
βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον. BSB · 14
15
καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐνκατέλιπεν τὸν θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. BSB · 15
16
παρώξυνάν με ἐπ’ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανά με· BSB · 16
17
ἔθυσαν δαῖμον ἴοις καὶ οὐ θεῷ, θεοῖς οἷς οὐκ ῇδεισαν· καινοὶ πρόσφατοι ῆκαστιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. BSB · 17
18
θεὸν τὸν γεννήσαντά σε ἐνκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε. BSB · 18
19
καὶ ἴδεν κύριος καὶ ἐζήλωσεν, καὶ παρωξύνθη δι’ ὀργὴν υἱῶν αὐτοῦ κω θυγατέρωι BSB · 19
20
καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ’ ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοὶ οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς. BSB · 20
21
αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. BSB · 21
22
ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω· καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. BSB · 22
23
συνάξω εἰς αὐτοὺς κάκα, καὶ τὰ βέλη μου συνπολεμήσω εἰς αὐτούς. BSB · 23
24
τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος. ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν. BSB · 24
25
ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, κα ἐκ τῶν ταμείων νεανίσκος σὺν παθένῳ, BSB · 25
26
εἶπα Διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν· BSB · 26
27
εἰ μὴ δι’ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, ἵνα μὴ συνεπιθῶνται οἱ ὒπεναντίοι. μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα. BSB · 27
28
ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη. BSB · 28
29
οὐκ ἐφρόνησαν συνιέναι· ταύτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον, BSB · 29
30
πῶς διώξεται εἷς χιλίους, εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς, καὶ Κύριος παρέδωκεν αὐτούς; BSB · 30
31
ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν. οἱ ’δε ἐχθροὶ ἤμων ανοητοι. BSB · 31
32
ἐκ ἦκ’ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· σταφυλὴ αὐτῶν σταφυλὴ βότρυς πικρίας αὐτοῖς· BSB · 32
33
θυμὸς δρακόντων ὁ οἶνος καὶ θυμὸς ἀσπίδων ἀνίατος. BSB · 33
34
οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; BSB · 34
35
ἐν ἡμέρᾳ ἐκδικήσεω ὅταν σφαλῇ ὁ ποὺς ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν. BSB · 35
36
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ ἴδεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ BSB · 36
37
καὶ εἶπεν Κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς; BSB · 37
38
ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν. ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν, καὶ γενηθήτωσαν ὑμίν σκεπασταί. BSB · 38
39
ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω· καὶ οὐκ ἐστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου BSB · 39
40
ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου καὶ ἐρῶ Σῶ ἐγὼ εἰς τὸν αἰῶνα· BSB · 40
41
ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθοῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσω· BSB · 41
42
μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν. BSB · 42
43
εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῶ, καὶ προσκυνησάτωσαν αὐτώ υἱοὶ εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἔ’ ἐχθροῖς. καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, κα ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. BSB · 43
44
Καὶ ἔγραψεν Μωσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὧτα τοῦ λαοῦ, αὐτὸς καὶ ησοῦς ὁ τοῦ Ναυή. BSB · 44
45
καὶ ἐξετέλεσεν Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ· BSB · 45
46
καὶ εἶπεν πρὸς αὐτούς προσέχετε τῆ καρδίᾳ ἔπι πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου· BSB · 46
47
ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύτσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι. BSB · 47
48
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων BSB · 48
49
Ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρείν, τοῦτο ὄρος Ναβαὺ ὅ ἐστιν ἐν γῇ Χανάαν κατὰ πρόσωπον Ἰερειχώ, καὶ ἴδε τὴν γῆν Χανάαν ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ· BSB · 49
50
καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὅν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὥρ τῷ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. BSB · 50
51
ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος Ἀντιλογίας Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ. BSB · 51
52
ἀπέναντι ὄψῃ τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. BSB · 52
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX