← 32 | LXX Torah | 34 →

Deuteronomy 33

1

Καὶ αὕτη ἡ εὐλογία ἢν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ. BSB · 1

2

καὶ εἶπεν κύριος ἐκ Σεινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν· καὶ κατέσπευσεν ἐξ ὄρους Φαρᾶν σὺν μυριάσιν ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ. BSB · 2

3

καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου. καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ, BSB · 3

4

νόμον ὅν ἐνετείλατο ὑμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ, BSB · 4

5

καὶ ἔσται ἐν τῷ ἀγαπημένῳ ἄρχον, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ. BSB · 5

6

Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. BSB · 6

7

Καὶ αῦτη Ἰούδα· Εἰδάκουσον, κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ. BSB · 7

8

Καὶ τῶ Λευεὶ Δότε Λευεὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὅν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ’ BSB · 8

9

λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, κοὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λήιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. BSB · 9

10

δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διά παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. BSB · 10

11

εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ αναστητωσαν. BSB · 11

12

καὶ τῷ Βενιαμεὶν εἶπεν Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῶ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ BSB · 12

13

Καὶ τῷ Ἰωσὴφ εἶπεν Ἐπ᾿ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, BSB · 13

14

καὶ καθ’ ὥραν γενημάτων ἡλίου καὶ ἀπὸ συνόδων μηνῶν, BSB · 14

15

ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων, BSB · 15

16

καὶ καθ᾿ ὥραν γῆς πληρωσέως· καὶ ἀπὸ κορυφθίντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς Δοξασθεὶς ἐπ’ ἀδελφοῖς. BSB · 16

17

πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ. ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ’ αὗται μυριάδες Ἐφράιμ, καὶ αὗται χιλάδες Μανασσή. BSB · 17

18

Καὶ τῶ Ζαβουλὼν εἶπεν Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου, καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ. BSB · 18

19

ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε θυσίαν δικαιοσύνης· ὕτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων. BSB · 19

20

Καὶ τῶ Γὰδ εἶπεν Εὐλογημένος ἐμπλατύνων Γάδ. ὡς λέων ἀνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα. BSB · 20

21

καὶ ἴδεν ἀπαρκὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων, συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν. δικαιοσύνην Κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ. BSB · 21

22

Καὶ τῷ Δἀν εἷπεν Δὰν σκύμνος λέοντος, κα ἐκπηδήσεται ἐκ τοῦ βασᾶν. BSB · 22

23

Καὶ τῶ Νεφθαλεὶμ εἶπεν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ Κύρου· θάλασσαν καὶ λίβα κληρονομήσει. BSB · 23

24

Καὶ τῶ Ἀσὴρ εἶπεν Εὐλογητὸς ἀπὸ τέκνων Ἀσὴρ, καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. ἅψει ἐν ἐλαίω τὸν πόδα αὐτοῦ· BSB · 24

25

σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου η ἰσχὺς σου. BSB · 25

26

ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου, καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. BSB · 26

27

καὶ σκεπάσει σε θεοῦ ἀρχή, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἄε ἐκβαλεῖ ἀπὸ προσώπου σου Ἀπόλοιο. BSB · 27

28

μόνος ἐπὶ γῆς Ἰακώβ· σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. BSB · 28

29

σύ, Ἰσραήλ· τίς ὅμοιός σοι, λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημα σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ. BSB · 29


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX