← 30 | LXX Torah | 32 →

Genesis 31

1

Ἤκουσεν δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λαβὰν λεγόντων Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην. BSB · 1

2

καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον λαβάν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν. BSB · 2

3

εἶπεν δὲ κύριος πρὸς Ἰακώβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. BSB · 3

4

ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσεν Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον οὗ τὰ ποίμνια, BSB · 4

5

καὶ εἶπεν αὐταῖς Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὄτι οὐκ ἔστιν μετ’ ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ· BSB · 5

6

καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. BSB · 6

7

δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με. BSB · 7

8

ἐὰν οὕτως εἴπῃ Τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ Τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· BSB · 8

9

καὶ ἀφείλατο ὁ θεὸς πάντα κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά. BSB · 9

10

καὶ ἐγένετο ἐνεκίσσων τὰ πρόβατα, καὶ ἴδον ἐν τοῖς ὀφθαλμοῖς ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. BSB · 10

11

καὶ εἶπέν ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον Ἰακὼβ Ἰακώβ. ἐγὼ δὲ εἶπα Τί ἐστιν; BSB · 11

12

καὶ εἶπεν Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι λαβὰν ποιεῖ. BSB · 12

13

ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ ᾧ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀν’ ἀνάστηθι καὶ ἄπελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεως σου, καὶ μετὰ σοῦ. BSB · 13

14

καὶ ἀποκριθεῖσα Ῥαχὴλ καὶ Λεία εἶπαν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; BSB · 14

15

οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακεν γὰρ ἡμᾶς, καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν. BSB · 15

16

πάντα τὸν πλοῦτον καὶ τὴν ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς ἡμῶν· νῦν οὖν ὅσα εἴρηκεν ὁ θεός σοι ποίει. BSB · 16

17

Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβεν τὰς γυναῖκας καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους· BSB · 17

18

καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χανάαν. BSB · 18

19

Λαβὰν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ῥαχὴλ τὰ εἴδωλα πατρὸς αὐτῆς. BSB · 19

20

ἔκρυψεν δὲ Ἰακὼβ Λαβὰν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει· BSB · 20

21

καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμόν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. BSB · 21

22

Ἀνηγγέλη δὲ Λαβὰν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ. BSB · 22

23

καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά, καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. BSB · 23

24

ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβὰν τὸν Σύρον καθ’ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά. BSB · 24

25

καὶ κατέλαβεν Λαβὰν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβὰν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. BSB · 25

26

εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ Τί ἐποίησας; ἵνα τί κρυβῇ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλωτίδας μαχαίρᾳ; BSB · 26

27

καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιθάρας. BSB · 27

28

οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας. BSB · 28

29

καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ θεὸς τοῦ πατρός σου πρὸς μὲ λέγων Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά. BSB · 29

30

νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας εἰς τὸν οἶκον τοῦ πατρός σου ἀπελθεῖν· καὶ ἵνα τί ἔκλεψας τοὺς θεούς μου; BSB · 30

31

ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπεν τῷ Λαβάν Εἶπα γάρ Μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ καὶ πάντα τὰ ἐμά. BSB · 31

32

καὶ εἶπεν αὐτῷ Ἰακώβ Πάρ’ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ’ ἐμοὶ καὶ λάβε. καὶ οὐκ ἐπέγνω παρ’ αὐτῷ οὐθέν· οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. BSB · 32

33

εἰσελθὼν δὲ Λαβὰν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν· καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου Λείας, ἠρεύνησεν εἰς τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῶ οἴκῳ τῶν δύο παιδισκῶν, καὶ οὐχ εὗρεν· εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ. BSB · 33

34

Ῥαχὴλ δὲ ἔλαβεν τὰ καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς, BSB · 34

35

καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι στῆναι ἐνώπιόν σου, τὰ τὰ κατ’ ἐθισμὸν τῶν γυναικίων μού ἐστιν. ἠρεύνησεν δὲ Λαβὰν ἐν ὅλῳ τῷ οἴκῳ, καὶ οὐχ εὗρεν τὰ εἴδωλα. BSB · 35

36

ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λαβάν· ἀποκριθεὶς δὲ εἶπεν τῶ Λαβάν Τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου, BSB · 36

37

καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. BSB · 37

38

ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· BSB · 38

39

θηριάλωτον οὐκ ἀνενήνοχά σοι· ἀπ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα ἡμέρας καὶ κλέμματα τῆς νυκτός· BSB · 39

40

ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύσωνι καὶ παγετῷ νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου. BSB · 40

41

ταῦτα μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δέκα καὶ τέσσερα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἕξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν. BSB · 41

42

εἰ μὴ ὁ θεὸς τοῦ πατρός μου Ἀβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου ἴδεν ὁ θεός, καὶ ἤλεγξέν σε χθές. BSB · 42

43

ἀποκριθεὶς δὲ Λαβὰν εἶπεν τῷ Αἱ θυγατέρες σου θυγατέρες μου, καὶ οἱ υἱοί σου υἱοί μου, καὶ τὰ κτήνη σου κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστιν· καὶ ταῖς θυγατράσιν μου τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν οἷς ἔτεκον; BSB · 43

44

νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. εἶπεν δὲ οὐτῶ Ἰακώβ ἰδοὺ οὐθεὶς μεθ’ ἡμῶν ἐστιν· ἴδε ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. BSB · 44

45

λαβὼν δὲ Ἰακὼβ λίθον ἔστησεν αὐτὸν στήλην. BSB · 45

46

εἶπεν δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ Συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνόν· κοὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. καὶ εἶπεν αὐτῷ Λαβόν Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον· BSB · 46

47

καὶ ἐκάλεσεν αὐτὸν Λαβάν βουνὸς μάρτυς, Ἰακὼβ δὲ ἐκάλεσεν αὐτόν βουνὸς μαρτυρεῖ. BSB · 47

48

εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ Ἴδου ὁ βουνὸς οὗτος καὶ ἡ στήλη αὕτη ἢν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ βουνὸς μαρτυρεῖ, BSB · 48

49

καί Ἡ δράσις, ἣν εἶπεν Ἐφίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου. BSB · 49

50

εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς θυγατράσιν μου, ὅρα, οὐθεὶς μεθ’ ἡμῶν ἐστίν. BSB · 50

52

ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σέ, μηδὲ σὺ διαβῇς πρὸς μὲ τὸν βουνὸν τοῦ. ’τον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ. BSB · 52

53

ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Νασχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν. BSB · 53

54

καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ Φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. καὶ ἴθυσεν Ἰακὼβ θυσίαν ἐν τῷ ὄρει· καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. BSB · 54

55

ἀναστὰς δὲ Λαβὰν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς· καὶ ἀποστραφεὶς Λαβὰν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Καὶ Ἰακὼβ ἀπῆλθεν XXXII BSB · 55


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX