← 31 | LXX Torah | 33 →

Genesis 32

1

XXXIIεἰς τὴν ἑαυτοῦ ὁδόν· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς ἴδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ. BSB · 1

2

εἶπεν δὲ Ἰακώβ, ἡνίκα ἴδεν αὐτούς, Παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παπεμβολαί. BSB · 2

3

Ἀπέστειλεν δὲ Ἰακὼβ ἀγγέλους πρὸς Ἠσαὺ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὴρ εἰς χώραν Ἐδώμ, BSB · 3

4

καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαύ Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ Μετὰ Λαβὰν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν· BSB · 4

5

καὶ ἐγένοντο μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἠσαύ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. BSB · 5

6

καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ λέγοντες Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἠσαύ, καὶ ἔρχεται εἰς συνάντησίν σοι, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. BSB · 6

7

ἐφοβεῖτο Ἰακὼβ σφόδρα, καὶ ἡπορεῖτο· καὶ διεῖλεν τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς. BSB · 7

8

καὶ εἶπεν Ἰακώβ Ἐὰν ἔλθῃ Ἠσαὺ εἰς παρ’ ἐμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. BSB · 8

9

εἶπεν δὲ Ὁ θεὸς τοῦ πατρός μου Ἀβραὰμ καὶ ὁ θεὸς τοῦ πατρός μου Ἰσαάκ, κύριε ὁ εἴπας μοι Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεως σου, καὶ εὖ σε ποιήσω· BSB · 9

10

ἱκανοῦσαί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἁληθείας ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς. BSB · 10

11

ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαύ· ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. BSB · 11

12

σὺ δὲ καλῶς εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. BSB · 12

13

καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν Ἠσαὺ τῷ ἀδελφῷ αὐτοῦ, BSB · 13

14

αἶγας διακοσίας, εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι, BSB · 14

15

καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσεράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι, πώλους δέκα. BSB · 15

16

καὶ ἔδωκεν διὰ χειρὸς αὐτοῦ, ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης. BSB · 16

17

καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων Ἐάν σοι συναντήσῃ Ἠσαὺ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ; καὶ ποῦ πορεύῃ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου; BSB · 17

18

καὶ ἐρεῖς τοῦ παιδός σου Ἰακώβ· δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Ἠσαύ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν. BSB · 18

19

καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων Τατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε τῷ Ἠσαὺ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτόν, BSB · 19

20

καὶ ἐρεῖτε Ἴδου ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπεν γάρ Ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου. BSB · 20

21

καὶ προεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ. αὐτὸς ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ. BSB · 21

22

Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ BSB · 22

23

καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν, καὶ διεπάντα τὰ αὐτοῦ. BSB · 23

24

ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ μετ’ αὐτοῦ ἄνθρωπος ἕως πρωί. BSB · 24

25

ἴδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. BSB · 25

26

καὶ εἶπεν αὐτῷ Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν Ού μή σε ἀποστείλω, ἐὰν μὴ εὐλογήσῃς με. BSB · 26

27

εἶπεν δὲ αὐτῷ Τί τὸ ὄνομά σού ἐστιν; ὁ δὲ εἶπεν Ἰακώβ. BSB · 27

28

καὶ εἶπεν αὐτῷ Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ τὸ ὄνομά σου ἔσται· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. BSB · 28

29

ἠρώτησεν δὶ Ἰακὼβ καὶ εἶπεν Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν ἵνα τί σὺ ἐρωτᾆς τὸ ὄνομά μου; καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ· BSB · 29

30

καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· ἴδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. BSB · 30

31

ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ. BSB · 31

32

ἕνεκεν γὰρ τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ἰσραὴλ τὸ νεῦρον ὃ ἐνάρκησεν, ὅ ἑστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ Ἰακώβ, ἕως τῆς ἡμέρας· ταύτης· ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου, καὶ ἐνάρκησεν.’ BSB · 32


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX