← 1 | LXX Torah | 3 →

Numbers 2

1

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων BSB · 1

2

Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημείας, κατ’ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν ὁ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. BSB · 2

3

Καὶ οἱ παρεμβαλόντες κατὰ νότον κατ’ ἀνατολὰς τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα Ναασσὼν υἱὸς Ἀμειναδάβ· BSB · 3

4

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. BSB · 4

5

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσαχάρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· BSB · 5

6

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. BSB · 6

7

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς χαιλών· BSB · 7

8

δύναμις αὐτῶν οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. BSB · 8

9

πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν. BSB · 9

10

Τάγμα παρεμβολῆς Ῥουβήν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴν Ἐλισοὺρ υἱὸς Σεδιούρ· BSB · 10

11

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ BSB · 11

12

καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί· BSB · 12

13

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. BSB · 13

14

καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλὴ Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ· BSB · 14

15

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. BSB · 15

16

πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ῥουβὴν ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν. BSB · 16

17

Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευειτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ’ ἡγεμονίαν. BSB · 17

18

Τάγμα παρεμβολῆς Ἐφράιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ τῶν υἱῶν Ἐφράιμ ’Eλεισαμὰ υἱὸς Ἐμιούδ· BSB · 18

19

δύναμις αὐτοῦ οἱ μένοι τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. BSB · 19

20

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσή, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασσούρ· BSB · 20

21

δύναμις οὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. BSB · 21

22

καὶ οἱ παρεμβαλόντες ἐχόμενοι φυλῆς Βενιαμείν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γσδεωνεί· BSB · 22

23

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες κοὶ τετρακόσιοι. BSB · 23

24

πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφράιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν. BSB · 24

25

Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, κοὶ ὁ ὄρχων τῶν υἱῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· BSB · 25

26

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. BSB · 26

27

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσήρ, καὶ ὁ ἄρχων τόν υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· BSB · 27

28

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία· καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. BSB · 28

29

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλεί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν· BSB · 29

30

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. τετρακόσιοι. BSB · 30

31

πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ ν΄ ἑπτὰ χιλιάδες καὶ ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν. BSB · 31

32

Αὕτη ἡ ἐπίκατ’ σκέψις τὼν υἱῶν Ἰσραήλ κατ’ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίὺν σκέψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. νοὶ δὲ BSB · 32

33

οἱ Λευεῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ. BSB · 33

34

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέτφαξν κύριος τῷ Μωυσῇ. παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν. BSB · 34


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX