← 2 | LXX Torah | 4 →

Numbers 3

1

Καὶ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησεν Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σεινά. BSB · 1

2

καὶ ταῦτα τὰ ὀνόματα τόν υἱῶν Ἀαρών· πρωτότοκος Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ· BSB · 2

3

ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών, οἱ ἱερεῖς οἱ ἠλιμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν. BSB · 3

4

καὶ ἐτελεύτησεν Ναδὰβ καὶ ’ ἔναντι Τυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σεινά, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεαζὰρ καὶ Ἰθαμὰρ μετ’ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν. BSB · 4

5

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 5

6

Λάβε τὴν φυλὴν Λευεί, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ. BSB · 6

7

καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· BSB · 7

8

καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. BSB · 8

9

καὶ δώσεις τοὺς Λευείτας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ. BSB · 9

10

καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσ·ιν τὴν ἱερατίαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται. BSB · 10

11

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 11

12

Καὶ τοὺς Λευείτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευεῖται. BSB · 12

13

ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ· ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται· ἐγὼ Κύριος. BSB · 13

14

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σεινὰ λέγων BSB · 14

15

Ἐπίσκεψαι τοὺς υἱοὺς Λευεὶ κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς. BSB · 15

16

καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος. BSB · 16

17

καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευεὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσών, Καὰθ καὶ Μεραρεί. BSB · 17

18

καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενεὶ καὶ Σεμεεί. BSB · 18

19

καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζειήλ. BSB · 19

20

καὶ υἱοὶ Μεραρεὶ κατὰ δήμους αὐτῶν· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοί εἰσιν δῆμοι τῶν Λευειτῶν κατ’ οἴκους πατριῶν αὐτῶν. BSB · 20

21

Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενεὶ καὶ δῆμος τοῦ Σεμεεί· οὗτοι δῆμοι τοῦ Γεδσών. BSB · 21

22

ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπί· σκέψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι. BSB · 22

23

καὶ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν· BSB · 23

24

καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν Ἐλισὰφ υἱὸς Δαήλ. BSB · 24

25

καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, BSB · 25

26

καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶτὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ. BSB · 26

27

Τῷ Καὰθ δῆμος ὁ Ἀμραμείς, καὶ δῆμος ὁ Σαριείς, καὶ δῆμος ὁ Χεβρωνείς, καὶ δῆμος ὁ Ὀζειηλείς· οὗτοί εἰσιν δῆμοι τοῦ Καὰθ BSB · 27

28

κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων. BSB · 28

29

οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα· BSB · 29

30

καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ Ἐλεισαφὰν υἱὸς Ὀζειήλ. BSB · 30

31

καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν. BSB · 31

32

καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευειτῶν Ἐλεαζὰρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, ” καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων. BSB · 32

33

Μεραρεὶ δῆμος ὁ Μοολεὶ καὶ δῆμος ὁ Μουσεί· οὗτοί εἰσιν δῆμοι Μεραρεί. BSB · 33

34

ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα· BSB · 34

35

ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Μεραρεὶ Σουριὴλ υἱὸς Ἀβειχάιλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν. BSB · 35

36

ἡ ἐπίσκεψις ἲς ἡ φυλακὴ υἱῶν Μεραρεί· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, BSB · 36

37

καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους καὶ τοὺς κόλους αὐτῶν. BSB · 37

38

Καὶ οἱ βάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ’ ἀν’ Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλουγενὴς ὁ ἁπτόμενος ἀποθανεῖται. BSB · 38

39

πᾶσα ἡ ἐπίσκεψις τῶν Λευειτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες. BSB · 39

40

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος· BSB · 40

41

καὶ λήμψῃ τοὺς Λευείτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευειτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ἰσραήλ. BSB · 41

42

καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ· BSB · 42

43

καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς· ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες, τρεῖς καὶ κοντα καὶ διακόσιοι. BSB · 43

44

Καὶ ἐλάλησεν κύριος πρὸς λέγων BSB · 44

45

Λάβετε τοὺς Λευείτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευειτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, κα ἔσονται ἐμοὶ οἱ Λευεῖται· ἐγὼ Κύριος. BSB · 45

46

καὶ τὰ λύτρα, τρεῖς καὶ ἑβδομήκοντα κοὶ διακόσιοι, οἱ πλεονάζοντες παρὰ τοὺς Λευείτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ· BSB · 46

47

καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου. BSB · 47

48

καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς. BSB · 48

49

καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον, τὰ λύτρα τῶν πλεοναζόντων, εἰς τὴν ἐκλύτρωσιν τῶν Λευειτῶν· BSB · 49

50

παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβεν τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον. BSB · 50

51

καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων λάρων καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 51


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX