← 30 | LXX Torah | 32 →

Numbers 31

1

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 1

2

᾿Εκδίκει τὴν ἐκδίκησιν υἱῶν ᾿Ισραὴλ ἐκ τῶν Μαδιανειτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου. BSB · 2

3

καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λἐγων Εξοπλίσατε ἐξ ὑμῶν ἄνδρας, παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιάν, ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῆ Μαδιάν· BSB · 3

4

χίλιοι ἐκ φυλῆς, χίλιοι ἐκ φυλῆς· ἐκ πασῶν φυλῶν Ἰσραὴλ ἀποστείλατε παρατάξασθαι. BSB · 4

5

καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραήλ, χιλίους ἐκ φυλῆς· ιβ΄ χιλιάδες, ἐνωπλισμένοι εἰς παράταξιν. BSB · 5

6

καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, σὺν δυνάμει αὐτῶν, καὶ Φινεὲς υἱὸν ᾿Ελεαζὰρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως· καὶ τὰ τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν BSB · 6

7

καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· BSB · 7

8

καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐεὶν καὶ τὸν Σοὺρ καὶ τὸν ῾Ρόκομ καὶ τὸν Οὕρ καὶ τὸν ῾Ρόβοκ, πέντε βασιλεῖς Μαδιάμ· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν. BSB · 8

9

καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιάν, καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔνκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν· BSB · 9

10

καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί. BSB · 10

11

καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν, ἀπὸ ἀνθρώπου ἕως κτήνους· BSB · 11

12

καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομήν, εἰς τὴν παρεμβολὴν εἰς Μωάβ, ἥ ἐστιν ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ᾿Ιερειχώ. BSB · 12

13

Καὶ Μωυσῆς καὶ ᾿Ελεαζὰρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς· BSB · 13

14

καὶ Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ τάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου· BSB · 14

15

καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; BSB · 15

16

αὗται γὰρ ἦσαν τοῖς υἱοῖς ᾿Ισραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ κυρίου. BSB · 16

17

καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε· BSB · 17

18

πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς. BSB · 18

19

καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισυήσεται τῆ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρα τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν· BSB · 19

20

καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγίας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε. BSB · 20

21

καὶ εἶπεν ᾿Ελεαζὰρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν Κύριος τῷ Μωυσῇ. BSB · 21

22

πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου, BSB · 22

23

πᾶν πρᾶγμα διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ’ ἢ τῶ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι’ ὕδατος. BSB · 23

24

καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡ τῆ ἑβδόμῃ, καὶ καθαρισθήσεσθε· καὶ μετὰ ταῦτα τὴν παρεμβολήν. BSB · 24

25

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσὶ BSB · 25

26

Λαβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας, ἀπὸ ἁ ἕως κτήνους, σὺ καὶ ᾿Ελεαζὰρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν τῆς συναγωγῆς· BSB · 26

27

καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς BSB · 27

28

καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν κοὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν. BSB · 28

29

καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε, καὶ δώσεις ᾿Ελεαζὰρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς κυρίου· BSB · 29

30

καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν ᾿Ισραὴλ λήμψῃ ἔνα ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ δώσεις αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ κυρίου. BSB · 30

31

καὶ ἐποίησεν Μωυσῆς καὶ ᾿Ελεαζὰρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 31

32

καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες· BSB · 32

33

καὶ βόες, δύο καὶ ἑβδομήκοντα χιλιάδες. BSB · 33

34

ὅνοι, μία καὶ ἑξήκοντα χιλιάδες BSB · 34

35

καὶ καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἥνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαί, δύο κα τριάκοντα χιλιάδες. BSB · 35

36

καὶ ἐγενήθη τὸ ἡμίσευμα, ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον, ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσια κα τριάκοντα χιλιάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι. BSB · 36

37

καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιοι ἑβδομήκοντα πέντε· BSB · 37

38

καὶ βόες ἲξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος κυρίῳ δύο κα ἑβδομήκοντα· BSB · 38

39

καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ φ΄, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα· BSB · 39

40

καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί. BSB · 40

41

καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ ᾿Ελεαζὰρ τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 41

42

ἀπὸ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραήλ, οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν· BSB · 42

43

καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια, BSB · 43

44

καὶ βόες ἕξ καὶ τριάκοντα χιλιάδες, BSB · 44

45

ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, BSB · 45

46

καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες· BSB · 46

47

κοὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραὴλ τὸ ἕν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. BSB · 47

48

Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι, BSB · 48

49

καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς· BSB · 49

50

καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ ἀνὴρ ὅ εὗρεν σκεῦος χρυσοῦν καὶ χλίδωνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου. BSB · 50

51

καὶ ἔλαβεν Μωυσης κα ᾿Ελεαζὰρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν, πᾶν σκεῦος εἰργασμένον· BSB · 51

52

καὶ ἐγένετο πᾶν τὸ χρυσίον, τὸ ἀφαίρεμα ὃ ἀφεῖλον κυρίῳ, ἐξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι, παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων. BSB · 52

53

καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ. BSB · 53

54

καὶ ἔλαβεν Μωυσῆ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν ἀντὶ κυρίου. XXXII BSB · 54


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX