Numbers 32
1
XXXIIκαὶ ἴδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν. BSB · 1
2
καὶ προσελθόντες οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰρ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες BSB · 2
3
᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Νασμβρὰ καὶ ῾Εσεβὼν καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ βαιάν, BSB · 3
4
τὴν γῆν ἣν παραδέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει. BSB · 4
5
καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην. BSB · 5
6
καὶ εἶπεν τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς ῾Ρουβήν Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; BSB · 6
7
καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ᾿Ισραήλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς; BSB · 7
8
οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδὴς Βαρνὴ κατανοῆσαι τὴν γῆν; BSB · 8
9
καὶ ἀνέβησαν Φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ᾿Ισραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς. BSB · 9
10
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ ὤμοσεν λέγων BSB · 10
11
Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθόν, τὴν γῆν ἢν ὤμοσεν τῷ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ· οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου· BSB · 11
12
πλὴν Χαλὲβ υἱὸς ᾿Ιεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου. BSB · 12
13
καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν ᾿Ισραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῆ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεά, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου. BSB · 13
14
ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμόν τῆς ὀργῆς Τυρίου ἐπὶ ᾿Ισραήλ· BSB · 14
15
ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνοεἰς ὅλην τὴν συναγωγὴν ταύτην. BSB · 15
16
καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον᾿Επαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν, BSB · 16
17
καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἄν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. BSB · 17
18
οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. BSB · 18
19
καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς. BSB · 19
20
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ᾿Εὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον, BSB · 20
21
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ᾿Ιορδάνην ἄναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ BSB · 21
22
καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε· καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ ᾿Ισραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου. BSB · 22
23
ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτησεσθε ἔναντι κυρίου, καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ύμας καταλάβῃ τὰ κακά. BSB · 23
24
καὶ οἰκοδομήσητε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν, καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν, τοῦτο ποιήσετε. BSB · 24
25
καὶ εἶπαν οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντελεῖται. BSB · 25
26
ἡ ἀποσκευὴ ἡμῶν καὶ γυναῖκες καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ· BSB · 26
27
ἱο δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον, δν τρόπον ὁ κύριος λέγει. BSB · 27
28
Καὶ συνέστησεν αὐτοῖς Μωυσῦς Ἐλεαζὰρ τὸν ἴε ῥέα καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ, BSB · 28
29
καὶ εἶπεν πρὸς αὐτοὺς τοὺς Μωυσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ’ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει· BSB · 29
30
ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ εἰς τὸν πόλεμον ἔναντι κυρίου, διαβιβάσατε τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανάαν, καὶ συνκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῆ Χανάαν. BSB · 30
31
καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ λέγοντες ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν, οὕτως ποιήσομεν· BSB · 31
32
ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Τυρίου εἰς γῆν Χανάαν, καὶ δώσετε τὴν κατά. σχέσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου. BSB · 32
33
καὶ ἔδωκεν, τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ υἱῶν Ἰωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ βασιλέως βασᾶν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. BSB · 33
34
Καὶ οἰκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν Ἀταρὼθ καὶ τὴν Ἀροὴρ BSB · 34
35
καὶ τήν Σωφὰρ καὶ τὴν Ἰαζήρ, καὶ ὕψωσαν αὐτάς· BSB · 35
36
καὶ Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων. BSB · 36
37
καὶ οἱ υἱοὶ Ῥουβὴν οἰκοδόμησαν τὴν Ἑσεβὼν καὶ Λεαλὴμ καὶ Καριαιθάμ, BSB · 37
38
καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν. BSB · 38
39
καὶ ἐπορεύθη υἱὸς Μαχεὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ καὶ ἔλαβεν αὐτήν, καὶ ἀπώλεσεν τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. BSB · 39
40
καὶ ἔδωκεν ἢν Γαλαὰδ τῷ Μαχεὶρ υἱῷ Μανασσή, καὶ κατῴκησεν ἐκεῖ. BSB · 40
41
καὶ Ἰαεὶρ ὁ τοῦ Μανασσὴ ἐπορεύθη κα ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν, ἆσεν αὐτὰς Ἐπαύλεις Ἰαείρ. BSB · 41
42
καὶ Νάβαυ ἐπορεύθη κα τὴν Καάθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Νάβωθ του ὀνόματος αὐτοῦ. BSB · 42
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX