← 32 | LXX Torah | 34 →

Numbers 33

1

Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών· BSB · 1

2

καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου. καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν. BSB · 2

3

ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων· BSB · 3

4

καὶ οἱ Μἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας πάντας οὓς ἐπάταξεν κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος. BSB · 4

5

καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσὴ παρενέβαλον εἰς Σοκχώθ· BSB · 5

6

καὶ ἀπῆραν ἐκ Σοκχὼθ καὶ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστιν μέρος τῆς ἐρήμου. BSB · 6

7

καὶ ἀπῆρον ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ στόμα Ἐπιρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφών, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου. BSB · 7

8

καὶ ἀπῆραν ἀπέναντι Εἱρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου καὶ παρενέβαλον ἐν Πικρίαις. BSB · 8

9

καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλείμ· καὶ ἐν Αἰλεὶμ οβ΄ πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ. BSB · 9

10

καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθρόν· BSB · 10

11

καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σεῖν· BSB · 11

12

καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν καὶ παρενέβαλον εἰς Ῥαφακά· BSB · 12

13

καὶ ἀπῆραν ἐκ Ῥαφακὰ καὶ παρενέβαλον ἐν Αἰλείμ· BSB · 13

14

καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐν Ῥαφιδείν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ. BSB · 14

15

καὶ ἀπῆραν ἐκ Ῥαφιδεὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σεινά· BSB · 15

16

καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεινὰ καὶ παρενέβαλον ἐν Μνήμασιν ἐπιθυμίας· BSB · 16

17

καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ἁσηρώθ· BSB · 17

18

καὶ ἀπῆραν ἐξ Ἁσηρὼθ καὶ παρενέβαλον ἐν Ῥαθαμά· BSB · 18

19

καὶ ἀπῆραν ἐκ Ῥαθαμὰ καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φάρες· BSB · 19

20

καὶ ἀπῆραν Ῥαμμὼν Φάρες καὶ παρενέβαλον ἐν Λεμωνά· BSB · 20

21

καὶ ἀπῆραν ἐκ Λεμωνὰ καὶ παρενέβαλον εἰς Δεσσά· BSB · 21

22

καὶ ἀπῆραν ἐκ Δεσσὰ καὶ παρενέβαλον εἰς Μακελλάθ· BSB · 22

23

καὶ ἀπῆραν ἐκ ακελλὰθ καὶ παρενέ. βάλον εἰς Σάραρ· BSB · 23

24

καὶ ἀπῆραν ἐκ Σάφαρ καὶ παρενέβαλον εἰς Χαραδάθ· BSB · 24

25

καὶ ἀπῆραν ἐκ Χαραδὰθ καὶ παρενέβαλον εἰς Μακηλώθ· BSB · 25

26

καὶ ἀπῆραν ἐκ Μακηλὼθ καὶ παρενέβαλον εἰς Κατάαθ· BSB · 26

27

καὶ ἀπῆραν ἐκ Κατάαθ καὶ παρενέβαλον εἰς Τάραθ· BSB · 27

28

καὶ ἀπῆραν ἐκ Τάραθ καὶ παρενέβαλον εἰς Ματεκκά· BSB · 28

29

καὶ ἀπῆραν ἐκ Ματεκκὰ καὶ παρενέβαλον εἰς Σελμωνά· BSB · 29

30

καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Μασσουρώθ· BSB · 30

31

καὶ ἀπῆραν ἐκ Μασσουροὺθ καὶ παρενέβαλον βαλον εἰς Βαναία· BSB · 31

32

καὶ ἀπῆραν ἐκ Βαναία καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ· BSB · 32

33

καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ παρενέβαλον εἰς Σετεβάθα· BSB · 33

34

καὶ ἀπῆραν ἐκ Σετεβάθα καὶ παρενέβαλον εἰς Σεβρωνά· BSB · 34

35

καὶ ἀπῆραν ἐκ Σεβρωνὰ καὶ παρενέβαλον εἰς Γεσσιὼν Γάβερ· BSB · 35

36

καὶ ἀπῆραν ἐκ Γεσσιὼν Γάβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σείν· καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν, αὕτη ἐστὶν Καδής· BSB · 36

37

καὶ ἀπῆραν ἐκ Καδὴς καὶ παρενέβαλον εἰς Ὣρ τὸ ὄρος, πλησίον γῆς Ἐδώμ. BSB · 37

38

καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος κυρίου, καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσερακοστῳ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς λἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνός· BSB · 38

39

καὶ Ἀαρὼν ἢν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ἀπέθνησκεν ἐν Ὣρ τῷ ὄρει. BSB · 39

40

καὶ ἀκούσας ὁ Χανανείς, βασιλεὺς λεὺς Ἀράδ· καὶ οὗτος κατῴκει ἐν γῇ Χανάαν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ. BSB · 40

41

καὶ ἀπῆραν ἐξ Ὧρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά· BSB · 41

42

καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φεινώ· BSB · 42

43

καὶ ἀπῆραν ἐκ Φεινὼ καὶ παρενέβαλον εἰς Σωβώθ· BSB · 43

44

καὶ ἀπῆραν ἐκ Σωβὼθ καὶ παρενέβαλον ἐν Γαί, ἐν τῷ πέρα ἐπὶ τῶν ὁρίων Μωάβ· BSB · 44

45

καὶ ἀπῆραν ἐκ Γαῖ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ· BSB · 45

46

καὶ ἀπῆραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθάιμ· BSB · 46

47

καὶ ἀπῆραν ἐκ Γελμὼν Δεβλαθάιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρεὶμ ἀπέναντι Ναβαύ· BSB · 47

48

καὶ ἀπῆραν ἀπὸ ὀρέων Ἀβαρεὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ· BSB · 48

49

καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ μέσον Αἱσιμῶθ ἕως Βελσὰ τὸ κατὰ δυσμὰς BSB · 49

50

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχώ BSB · 50

51

Λάλησον τοῖς οἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Υμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν· BSB · 51

52

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτά, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε. BSB · 52

53

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ. BSB · 53

54

καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς αὐτῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται. κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε. BSB · 54

55

ἐὰν δὲ μὴ άπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἢν ὑμεῖς κατοικήσετε· BSB · 55

56

καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι BSB · 56


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX