← 33 | LXX Torah | 35 →

Numbers 34

1

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λέγων BSB · 1

2

Ἔντειλαι τοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανάαν· αὕτη ἔσται ὑμῖν εἰς τὴν κληρονομίαν, γῆ Χανάαν σὺν τοῖς ὁρίοις αὐτῆς. BSB · 2

3

καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σεῖν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· BSB · 3

4

καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβείν, καὶ παρελεύσεται Ἐννάκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδὴς τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀράδ, καὶ παρελεύσεται Ἀσεμῶνα. BSB · 4

5

καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμῶνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. BSB · 5

6

καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης. BSB · 6

7

καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὐμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· BSB · 7

8

καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἑμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν τὰ ὅρια Σαράδακ· BSB · 8

9

καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρῶνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἁρσεναεἰμ· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. BSB · 9

10

καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἁρσεναεὶν Σεπφάμαρ· BSB · 10

11

καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμαρ βῆλά ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ δρία βῆλά ἐπὶ νώτου θαλάσσης Χενάρα ἀπὸ ἀνατολῶν. BSB · 11

12

καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ὑμῖν ἔσται ἡ γῆ καὶ τὰ δρία αὐτῆς κύκλω. BSB · 12

13

καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων Αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή· BSB · 13

14

ὅτι ἔλαβεν φυλὴ υἱῶν Ῥουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ’ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἀπέλαβον τοὺς κλήρους αὐτῶν· BSB · 14

15

δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ ἀπὸ νότου κατ’ ἀνατολάς. BSB · 15

16

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσὴν λέγων BSB · 16

17

Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν, Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. BSB · 17

18

καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονοὑμῖν τὴν γῆν. BSB · 18

19

καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φῦ. λῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· BSB · 19

20

τῆς φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ· BSB · 20

21

τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών· BSB · 21

22

τῆς φυλῆς Δάν, ἄρχων Βακχεὶρ υἱὸς Ἐγλεί· BSB · 22

23

τῶν υἱῶν Ἰωσὴφ φυλῆς ανασσή, ἄρχων Ανειὴλ υἱὸς Σουφί· BSB · 23

24

τὴς φυλῆς υἱῶν Ἐφράιμ, Καμουὴλ υἱὸς Σαβαθά· BSB · 24

25

τὴς φυλῆς Ζαβουλών, ἄρχων Ἐλεισαφὰν υἱὸς Φαρνάχ· BSB · 25

26

τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ, ἄρχων Φαλτειὴλ υἱὸς Ὀζά· BSB · 26

27

τῆς φυλῆς υἱῶν Ἀσήρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμεί· BSB · 27

28

τῆς φυλῆς Νεφθαλεί, ἄρχων Φαδαὴλ υἱὸς Βενιαμειούδ. BSB · 28

29

τούτοις ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῆ Χανάαν. BSB · 29


Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX