Numbers 35
1
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχὼ λέγων BSB · 1
2
Σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ δώσουσιν τοῖς Λευείταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστια τῶν πόλεων κύκλω αὐτῶν δώσουσιν τοῖς Λευείταις· BSB · 2
3
καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. BSB · 3
4
καὶ τὰ συνκυροῦντα τῶν πόλεων ὃς δώσετε τοῖς Λευείταις ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ· BSB · 4
5
καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πμὸς βορρᾶν πήχεις. καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν BSB · 5
6
καὶ τὰς πόλεις δώσετε τοῖς Λευείταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύσαντι, καὶ πρὸς ταύταις τεσσεράκοντα καὶ δύο πόλεις· BSB · 6
7
πάσας τὰς πόλεις δώσετε τοῖς Λευείταις καὶ τεσσεράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ π ροάστια αὐτῶν. BSB · 7
8
καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ἰσραήλ, ἀπὸ τῶν τὰ πολλὰ πολλά, καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν, δώσουσιν ἃ τῶν πόλεων τοῖς Λευείταις. BSB · 8
9
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων BSB · 9
10
Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν χανάαν, καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· BSB · 10
11
φυγαδευτήρια ἔσται ὑμῖν, φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως. BSB · 11
12
καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. BSB · 12
13
καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν· BSB · 13
14
τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν τῆ γῇ Χανάαν. BSB · 14
15
φυγάδιον ἔσται τοῖς υἱοῖς· Ἰσραήλ, καὶ τῷ π ροσηλύτῳ τῷ παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως. σίως. BSB · 15
16
ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν καὶ τελευτήσῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής. BSB · 16
17
ἐὰν δὲ ἐν λίθω ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής. BSB · 17
18
ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής· BSB · 18
19
ὁ ἀγχιστεύων τὸ αἷμα, οὕτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ αὐτῷ οὗτος, ἀποκτενεῖ αὐτόν. BSB · 19
20
ἐὰν δὲ δι’ ἔχιραμ ὤσῃ αὐτὸν καὶ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ, BSB · 20
21
ἢ διὰ ἐν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτω θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἄγχι. στεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῶ. BSB · 21
22
ἐὰν δὲ ἐξάπινα οὐ δι’ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου, BSB · 22
23
ἢ παντὶ λίθῳ ἐν ὧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ’ αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν· BSB · 23
24
καὶ κρινεῖ ἡ σθμαγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα. BSB · 24
25
καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν, καὶ κατοικήσῃ ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ. BSB · 25
26
ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἢν κατέφυγεν ἐκεῖ, BSB · 26
27
καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν· BSB · 27
28
ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἄν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ. BSB · 28
29
καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν. BSB · 29
30
πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν· BSB · 30
31
καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατ·ωθήσεται. BSB · 31
32
οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας. BSB · 32
33
καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἢν ὑμεῖς κατοικεῖτε, τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ᾿ αὐτῆς ἀλλ’ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος. BSB · 33
34
καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ’ ἧς κατοικεῖτε ἐπ’ αὐτῆς, ἐφ’ ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι κύριος κατασκηνῶν ἐν μέσω τῶν υἱῶν Ἰσραήλ. BSB · 34
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX