Numbers 36
1
Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰλ υἱοῦ υἱοῦ Μανασσὴ ἐκ τῆς φυλῆς υἱῶν Ἰωσήφ, καὶ ἐλάλησαν ἔναντι καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ἰσραήλ· BSB · 1
2
καὶ εἶπαν τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν Κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ· BSB · 2
3
καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἆν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. BSB · 3
4
ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ισραήλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. BSB · 4
5
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ἱσραὴλ διὰ προστάγματος Κυρίου λέγων οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν. BSB · 5
6
τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων οὗ ἀρέσκει ἐναντίον αὐτῶν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν BSB · 6
7
καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ καὶ προσκολληθήσονται υἱοὶ Ἰσραήλ. BSB · 7
8
καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραήλ, ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικήν· BSB · 8
9
καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἁλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. BSB · 9
10
ὂν τρόπον συνέταξεν Κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατέρες Σαλπαάδ· BSB · 10
11
καὶ ἐγένοντο Θερσὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Νουὰ καὶ Μααλὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· BSB · 11
12
ἐκ τοῦ δήμου τοῦ Μανασσῆ υἱῶν Ἰωσὴφ ἐγενήθησαν γυναῖκες· καὶ ἐγένετο ἡ κληρονομία ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν. BSB · 12
13
αὗται αἱ ἐντολαὶ ὶ τὰ δικαιώματα κοὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ. BSB · 13
Septuagint — Swete 1930 (CC BY-SA 4.0) · BibleHub LXX